Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/496

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

μενοι ἐξολοθρευθήσονται, καὶ ὡσεὶ λάχανα χλόης ταχὺ ἀποπεσοῦνται. Οἱ γὰρ τοιοῦτοι βοσκὴ δαιμόνων. Ὥσπερ ἀγάπη ὁ Θεὸς ὀνομάζεται, οὕτως καὶ εὐθύτης. Διὸ ὁ σοφὸς ἐν τοῖς ᾌσμασί φησι πρὸς τὴν καθαρὰν καρδίαν· Εὐθύτης ἠγάπησέ σε. Καὶ πάλιν ὁ τούτου πατήρ· Χρηστὸς καὶ εὐθὺς ὁ Κύριος. Καὶ τοὺς συνωνύμους αὐτοῦ σώζεσθαι λέγει· φησὶ γάρ· Τοῦ σώζοντος τοὺς εὐθεῖς τῇ καρδίᾳ. Καὶ πάλιν· Εὐθύτητας ψυχῶν εἶδε, καὶ ἐπεσκέψατο τὸ πρόσωπον αὐτοῦ. Πρῶτον ἰδίωμα τῆς τῶν παίδων αὐξήσεως, ἁπλότης ἀποίκιλος, ἣν ἕως εἶχεν Ἀδὰμ ἐκεῖνος, οὐκ εἶδε γύμνωσιν ψυχῆς αὐτοῦ· οὐδὲ ἀσχημοσύνην σαρκὸς αὐτοῦ. Καλὴ μὲν καὶ ἡ φύσει τισὶν ἐνυπάρχουσα ἁπλότης, καὶ μακαρία· οὐχ οὕτως δὲ, ὡς ἡ ἐκ πονηρίας δι᾿ ἱδρώτων κατεγκεντρισθεῖσα· ἡ μὲν γὰρ ἀπὸ πολλῆς ποικιλίας καὶ παθῶν σκέπεται· ἡ δὲ ὑψηλοτάτης ταπεινοφροσύνης καὶ πραότητος γίνεται πρόξενος· καὶ τῇ μὲν οὐ πολὺς ὁ μισθὸς, τῇ δὲ ὑπερύμνητος. Πάντες οἱ τὸν Κύριον ἑαυτοῖς ἐπισπάσασθαι βουλόμενοι,ἁπλῶς καὶ ἀπλάστως, καὶ ἀποικίλως, καὶ ἀπονήρως ὡς διδασκάλῳ ἐν τοῖς μαθήμασιν ἀπεριέργως προσέλθωμεν. Ἁπλοῦς γὰρ ὢν, καὶ ἀσύνθετος, ἁπλᾶς τινας καὶ ἀκεραίους τὰς ἑαυτῷ προσερχομένας ψυχὰς εἶναι βούλεται. Οὐκ ἔστι γὰρ ἁπλότητα ἀπηλλαγμένην ταπεινώσεως θεάσασθαί ποτε. Πονηρός ἐστι προβλέπτης, ψευδὴς ἐκ λόγων τοὺς λογισμοὺς, καὶ ἐκ σχημάτων τὰ ἐγκάρδια λαμβάνειν φανταζόμενος· εἶδον εὐθεῖς ἐκ πονηρῶν πονηρεύεσθαι μεμαθηκότας, καὶ πεφάντασμαι πῶς καὶ φύσεως ἰδίωμα καὶ προτέρημα οὕτως ταχέως ἀπολέσαι ἴσχυσαν. Ὅσα οἱ εὐθεῖς εὐχερῶς μεταπίπτουσι, τοσούτῳ δυσχερῶς οἱ ἐναντίοι μεταποιηθῆναι δύνανται. Ξενιτεία ἀληθὴς καὶ ὑποταγὴ, καὶ φυλακὴ χειλέων πολλὰ πολλάκις ἴσχυσαν καὶ μετεποίησαν παραδόξως ἀνίατα. Εἰ ἡ γνῶσις φυσιοῖ τοὺς πλείονας· μή πως ἡ ἰδιωτεία, καὶ ἡ ἀμαθία ταπεινοῦν συμμέτρως πέφυκεν. Ἀπόδειξις καὶ ὅρος ἐναργὴς καὶ τύπος ἡμῖν τῆς μακαρίας ἁπλότητος ὁ τρισμακάριος Παῦλος γέγονεν ὁ ἁπλοῦς. Οὐδεὶς γὰρ, οὐδεὶς οὐδαμοῦ τοιαύτην προκοπὴν ἐν ὀλίγῳ οὐδὲ εἶδεν, οὐδὲ ἤκουεν, οὐδὲ ἰδεῖν δύναται πώποτε. Ἁπλοῦς μοναχὸς, ἄλογον λογικὸν, ὑπήκοον, τὸ οἰκεῖον φορτίον τελείως τῷ ἄγοντι ἀποθέμενος. Οὐκ ἀντείπει ζῶον τῷ δεσμοῦντι· οὐδὲ ψυχὴ εὐθὴς τῷ ἐπιστατοῦντι· ἕπεται τῷ ἕλκοντι ὡς βούλεται, καὶ μέχρι θύσεως ἀντιλέγειν οὐκ ἐπίσταται. Δυσκόλως πλούσιοι εἰς βασιλείαν, καὶ φρόνιμοι ἄφρονες εἰς ἁπλότητα εἰσελεύσονται. Πτῶμα πολλάκις δεινοὺς ἐσωφρόνισεν, ἀκούσιον αὐτοῖς σωτηρίαν καὶ ἀκακίαν κεχαρισμένον. Πάλαιε πλανᾷν σου τὴν φρόνησιν, καὶ οὕτως ποιῶν εὑρήσεις σωτηρίαν, καὶ εὐθύτητα ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Ἀμήν.