Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/494

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.



ΛΟΓΟΣ ΚΔʹ.
Περὶ πραότητος, καὶ ἁπλότητος, καὶ ἀκακίας, καὶ πονηρίας σεσοφισμένων, καὶ οὐ φυσικῶν.

Προτρέχει μὲν τοῦ ἡλίου τὸ πρωϊνὸν φῶς, πάσης δὲ ταπεινοφροσύνης πραΰτης πρόδρομος· διὸ καὶ τοῦ φωτὸς ἀκούσωμεν, οὕτως αὐτὰς τῷ βαθμῷ κατατάττοντος· Μάθετε γὰρ ἀπ᾿ ἐμοῦ, φησὶ, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ. Οὐκοῦν θέμις πρὸ ἡλίου περὶ φωτὸς φωτισθῆναι· εἶθ᾿ οὕτως τῷ ἡλίῳ ἐναντενίσαι τρανῶς. Οὐκ ἔστι γὰρ, οὐκ ἔστι τὸν μὴ τοῦτο προγνόντα, ἐκεῖνον θεάσασθαι, ὡς ἡ τῶν λεγομένων [al. γεγονότων] διδάσκει ἀληθὴς κατάστασις. Πραΰτης ἐστὶν ἀμετάθετος νοὸς κατάστασις, ἐν τιμαῖς καὶ ἀτιμίαις ὡσαύτως ἔχουσα. Πραΰτης ἐστὶν ἐν ταραχαῖς τοῦ πλησίον ἀνεπαισθήτως καὶ εἰλικρινῶς ὑπὲρ αὐτοῦ προσεύχεσθαι. Πραΰτης ἐστὶν ὑπερκειμένη τῆς τοῦ θυμοῦ θαλάττης πέτρα, πάντα τὰ προσρήσσοντα κύματα διαλύουσα, καὶ οὐδαμῶς κλόνον ὑπομένουσα. Πραΰτης ἐστὶν ὑπομονῆς στήριγμα, ἀγάπης θύρα, μᾶλλον δὲ μήτηρ, διακρίσεως ὑπόθεσις· Διδάξει γὰρ, φησὶ, Κύριος πραεῖς ὁδοὺς