Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/454

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

τὸν τῆς πηλοῦ σύζυγον δαίμονα ἀγωνισάμενοι, τοῦτον ἐκ τῆς ἡμετέρας καρδίας διὰ λίθων νηστείας, καὶ ξίφους ταπεινώσεως βασανίσαντες ἐξελάσωμεν, τότε λοιπὸν ἐν τῷ σώματι ὥσπερ σκώληξ τις ἐγκαθήμενος εἰς ἀλόγους τινὰς κινήσεις καὶ ἀκαίρους ἡμᾶς γαργαλίζων ὁ δείλαιος μολύνειν βιάζεται. Τοῦτο δὲ μάλιστα πάσχειν εἰώθασι οἱ τῷ τῆς κενοδοξίας δαίμονι πειθόμενοι, διότι ἐν καρδίᾳ μηκέτι λογισμοὺς πορνικοὺς συνεχῶς λογιζόμενοι, τῇ κενοδοξίᾳ προσεπέλασεν. Καὶ ὅτι τὸ εἰρημένον ἀψευδὲς, ὁπόταν ἡσυχίας τινὸς οὗτοι ἐπιλάβωνται, νουνεχῶς ἑαυτοὺς ἀνακρινάτωσαν· καὶ πάντως εὑρίσκουσι λογισμόν τινα κατὰ βάθους τῆς καρδίας αὐτῶν, ὥσπερ τινὰ ὄφιν ἐν κόπρῳ κρυπτόμενον, καὶ ἐξ οἰκείας σπουδῆς καὶ προθυμίας τὸ κατόρθωμα τὸ τῆς καρδιακῆς ποσῶς ἁγνείας κατορθωκότας [al. κατορθωκέναι]ὑποτιθέμενον, μὴ νοοῦντες οἱ τάλανες τό· Τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες δωρεὰν, ἢ ἐκ Θεοῦ, ἢ ἐξ ἑτέρων συνεργίας καὶ εὐχῆς; Σκοπείτωσαν τοίνυν, καὶ πάσῃ σπουδῇ τὸν προειρημένον ὄφιν τῆς ἑαυτῶν καρδίας διὰ ταπεινοφροσύνης πολλῆς νεκρώσαντες ἀποπεμπέσθωσαν, ὅπως τούτου ἀπαλλοτριωθέντες, δυνήσωνται ἴσως ποτὲ καὶ οὗτοι τοὺς δερματίνους χιτῶνας ἐκδύσασθαι, καὶ τὸν ἐπινίκιον τῆς ἁγνείας, εἴς ποτε τὰ ἁγνὰ νήπια, ὕμνον τῷ Κυρίῳ ᾆσαι· εἴπερ ἐκδυσάμενοι οὐ γυμνοὶ τῆς ἐκείνων ἀκακίας καὶ ταπεινώσεως φυσικῆς εὑρεθήσονται. Ἐπιτηρεῖ καὶ αὐτὸς οὗτος ὁ δαίμων, καὶ πολλῷ πλέον τῶν ἄλλων τοὺς καιροὺς, ὅταν μάλιστα οὐ δυνάμεθα σωματικῶς κατ᾿ αὐτοῦ εὔξασθαι· καὶ τότε πολεμεῖν ἡμᾶς δοκιμάζει ὁ ἀνόσιος. Συνέρχεται τοῖς μήπω κεκτημένοις προσευχὴν καρδίας ἀληθῆ ὁ ἐν τῇ σωματικῇ εὐχῇ σκυλμὸς, λέγω δὴ, ἔκτασις χειρῶν, στήθους τύψις, εἰς οὐρανοὺς εἰλικρινὴς ἀνάβλεψις, στεναγμῶν θόρυβος, γονάτων συνεχὴς κλίσις, ἄπερ ποιεῖν διὰ τοὺς παρόντας οὐ δύναται πολλάκις. Διόπερ τότε πολεμεῖν οἱ δαίμονες δοκιμάζουσιν· οἱ δὲ μὴ ἰσχύοντες ἀκμὴν τῇ τοῦ νοὸς ἐμβριθείᾳ, καὶ ἀοράτῳ δυνάμει προσευχῆς ἀνθίστασθαι ἐξ ἀνάγκης ἴσως ὑποχαλῶσι τοῖς πολεμοῦσιν αὐτούς·ἀποπήδησον, εἰ δυνατὸν, συντόμως, ἀποκρύβητι μικρὸν ἀγνώστως· ἀνάνευσον ὄμματι, εἰ δυνατὸν ψυχικῷ· εἰ δὲ μὴ, κἂν ἐξωτικῷ· σταύρωσον χεῖρας ἀκινήτως, ἵνα δὴ διὰ τοῦ τύπου τὸν Ἀμαλὴκ αἰσχύνῃς καὶ νικήσῃς· βόησον πρὸς τὸν δυνάμενον σῶσαι, μὴ ἐν σεσοφισμένοις ῥήμασιν, ἀλλ᾿ ἐν ταπεινοῖς φθέγμασι πρὸ πάντων· Ἐλέησόν με, ὅτι ἀσθενής εἰμι, προοιμιαζόμενος. Τότε πειρασθήσῃ Ὑψίστου δυνάμεως· καὶ ἀοράτως ἀοράτους διώξεις δι᾿ ἀοράτου βοηθείας. Ὁ οὕτως σεσυνηθικὼς πολεμεῖν, ταχέως καὶ τῇ ψυχῇ μόνῃ τοὺς ἐχθροὺς ἐκδιώκειν ἄρξεται· ἀντίδωρον γὰρ τοῦ προτέρου τὸ δεύτερον παρὰ Θεοῦ τοῖς ἐργάταις, καὶ δικαίως.