Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/453

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

σαν· πάθος δὲ κυρίως εἶναι λέγουσιν τὸ χρόνῳ μακρῷ ἐν τῇ ψυχῇ ἐμπαθῶς ἐμφωλεῦον, καὶ ὥσπερ εἰς ἕξιν αὐτὴν λοιπὸν ἐν τῇ πρὸς αὐτὸ συνηθείᾳ ἀγαγὸν, καὶ αὐθαιρέτως λοιπὸν ἐν αὐτῷ καὶ οἰκείως αὐτομολοῦσαν.

Τούτων πάντων τὸ μὲν πρῶτον ἀναμάρτητον, τὸ δὲ δεύτερον οὐ πάντως, τὸ δὲ τρίτον πρὸς τὴν τοῦ ἀγωνιζομένου κατάστασιν· ἡ δὲ πάλη ἣ στεφάνων, ἢ τιμωριῶν αἴτιος. Ἡ γὰρ αἰχμαλωσία ἑτέρως ἐν καιρῷ προσευχῆς, καὶ ἑτέρως ἐν ἑτέρῳ καιρῷ, καὶ ἄλλως ἐπὶ μέσοις, καὶ ἄλλως ἐπὶ πονηροῖς ἐνθυμήμασι κρίνεται· τὸ δὲ πάθος ἀναμφιβόλως ἐν πᾶσιν, ἢ ἀντιζύγῳ μετανοίᾳ, ἢ τῇ μελλούσῃ κολάσει ὑπόκειται· ὁ τοίνυν τὸ πρῶτον ἀπαθῶς λογιζόμενος, πάντα τὰ ἔσχατα ὑφ᾿ ἓν περιέκοψεν. Ἔστι παρὰ τοῖς ἀκριβεστάτοις τῶν γνωστικῶν Πατέρων, καὶ ἑτέρα τις τούτων λεπτοτέρα ἔννοια, ὅπερ παραῤῥιπισμὸν νοός τινες ὀνομάζεσθαι λέγουσιν, ὅστις χρόνου χωρὶς, καὶ λόγου καὶ εἰκόνος ὀξυτέρως τὸ πάθος τῷ πάσχοντι σημαίνειν πέφυκε. Θᾶττον οὐδὲν τοῦ [ἐπὶ] τῶν σωμάτων, ὀξύτερον ἢ ἀφανέστερον ἐν πνεύμασιν εἶναι πέφυκε, μνήμῃ ψιλῇ καὶ ἀσυνδιάστῳ, ἀχρόνῳ τε καὶ ἀφράστῳ [al. ἀφθάρτῳ], παρά τισι δὲ καὶ ἀγνώστῳ τὴν ἑαυτοῦ ἐν τῇ ψυχῇ παρουσίαν ποιοῦντος [ἐμφαῖνον, al. ποιοῦν]. Εἴ τις τοίνυν τὴν τοιαύτην αὐτοῦ λεπτότητα διὰ πένθους καταλαβεῖν ἠδυνήθη, οὗτος ἡμᾶς διδάξαι δύναται, πῶς τέ ἐστι καὶ ὀφθαλμῷ μόνῳ, ψιλῇ τε θέᾳ καὶ ἁφῇ χειρὸς, καὶ μέλους ἀκροάσει ἐκτὸς πάσης ἐννοίας, καὶ λογισμοῦ πορνεύων ψυχὴν ἐμπαθῶς. Τινές φασιν ἐκ τῶνλογισμῶν τῆς καρδίας τὸ σῶμα εἰς πάθη ἔρχεσθαι· τινὲς δὲ πάλιν τὸ ἔμπαλιν, ἐκ τῶν τοῦ σώματος αἰσθήσεων τοὺς πονηροὺς ἀποτίκτεσθαι λογισμούς· καὶ οἱ μὲν πρότεροί φασιν, ἐὰν μὴ ὁ νοῦς προδράμῃ, οὐκ ἂν τὸ σῶμα ἐπακολουθήσειν· οἱ δὲ δεύτεροι τὴν τοῦ σωματικοῦ πάθους κακουργίαν εἰς οἰκείαν συνηγορίαν φέρουσι λέγοντες· Πολλάκις ἐξ ἡδίστης ὄψεως ἢ χειρὸς ἁφῆς, ἢ εὐώδους ὀσφρήσεως, ἢ ἀκοῆς ἡδυφωνίας οἱ λογισμοὶ ἐν τῇ καρδίᾳ τὴν εἴσοδον λαμβάνουσιν. Περὶ τούτων ὁ δυνάμενος ἐν Κυρίῳ διδάξει. Πάνυ γὰρ τὰ τοιαῦτα τοῖς διὰ γνώσεως τὴν πρακτικὴν μετερχομένοις ἀναγκαῖα καὶ ὠφέλιμα. Τοῖς γὰρ ἐν ἁπλότητι καρδίας ἐργάταις τούτων λόγος οὐδείς· οὐ γὰρ πάντων ἡ γνῶσις, οὐδὲ πάντων ἡ μακαρία ἁπλότης. ὁ θώραξ πρὸς τοὺς τῶν πονηρῶν δόλους· ἔνια μὲν τῶν παθῶν ἐκ τῶν ἐντὸς ἐπὶ τὸ σῶμα προέρχονται· τινὰ δὲ πάλιν τὸ ἔμπαλιν καὶ ἐν τοῖς μὲν ἐν κόσμῳ τὸ δεύτερον· ἐν δὲ τοῖς μονήρη βίον μετιοῦσι τὸ πρότερον διὰ τὴν τῶν ὑλῶν ἀπορίαν. Ἐγὼ δὲ περὶ τούτου ἐκεῖνο λέγω· Ζητήσεις παρὰ κακοῖς σύνεσιν, καὶ οὐχ εὑρήσεις. Ὅταν πολλὰ πρὸς