Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/455

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

Ἐν συναθροίσει που εὑρεθεὶς, ἐπεσημηνάμην σπουδαῖον ἀδελφὸν ὑπὸ πονηρῶν λογισμῶν ὀχληθέντα· καὶ τόπου ἁρμοδίου μὴ εὑρεθέντος εἰς ἀπόκρυφον προσευχῆς, εἰς τὴν τῆς γαστρὸς χρείαν εἰσπεπηδηκὼς ὡς ὑπ᾿ αὐτῆς νενυγμένος, εὐτόνῳ εὐχῇ κατὰ τῶν πολεμίων ἐχρήσατο· ἐμοῦ δὲ ἐπὶ τῇ τοῦ τόπου ἀνοικειότητι αὐτὸν ἐπιμεμψαμένου, Ὑπὲρ ἀκαθάρτων, φησὶν, λογισμῶν διώξεως ἐν ἀκαθάρτῳ τόπῳ προσηυξάμην καθαρισθῆναι ῥύπου. Πάντες μὲν οἱ δαίμονες σκοτοῦν τὸν νοῦν δοκιμάζουσιν· ἶθ᾿ οὕτως, τὰ αὐτοῖς φίλα ὑποβάλλουσιν. Εἰ μὴ γὰρ ἐκεῖνος καμμύσει, οὐ συληθήσεται ὁ θησαυρός. Ὁ δὲ τῆς πορνείας πολλῷ πλέον πάντων. Οὗτος πολλάκις τὸν ἡγεμόνα νοῦν συλλήσας, καὶ ἐπὶ ἀνθρώπων ποιεῖν προτρέπεται, καὶ παρασκευάζει, ἅπερ οἱ ἐξεστηκότες μόνοι ἐργάζονται. Ὅθεν μετὰ καιρὸν τοῦ νοὸς ἐκνήφοντος οὐ μόνον τοὺς θεασαμένους, ἀλλὰ καὶ ἑαυτοὺς ἐπὶ ταῖς ἑαυτῶν ἀσέμνοις πράξεσι, καὶ ὁμιλίαις ἢ σχήμασιν αἰσχυνόμεθα, καὶ τὴν πρώτην ἡμῶν πώρωσιν ἐκθαμβούμεθα. Τοίνυν τινὲς πολλάκις ἐκ τῆς τοιαύτης διακρίσεως τοῦ κακοῦ ἐπαύσαντο. Ἀποστρέφου τὸν πολέμιον τὸν μετὰ τὴν πρᾶξιν προσεύχεσθαί σε, ἢ θεοσεβεῖν, ἢ ἀγρυπνεῖν ἀνακόπτοντα· μνημονεύων τοῦ εἰπόντος· Διὰ τὸ τοὺς κόπους μοι παρέχειν τὴν ὑπὸ τῶν προλήψεων τυραννουμένην ψυχὴν, ποιήσω τὴν ἐκδίκησιν αὐτῆς ἐκ τῶν ἐχθρῶν αὐτῆς. Τίς σῶμα ἐνίκησεν; Ὅστις καρδίαν συνέτριψεν. Τίς δὲ καρδίαν συνέτριψεν; Ὃς ἑαυτὸν ἠρνήσατο. Πῶς γὰρ οὐ συνετρίβη, ὃς θελήματι τέθνηκεν; Ἔστιν ἐμπαθὴς ἐμπαθοῦς ἐμπαθέστερος, καὶ αὐτὴν τὴν τῶν ἑαυτοῦ μολυσμῶν ἐξαγόρευσιν μετὰ ἡδυπαθείας ἐνηδόνως ποιούμενος. Οἱ ἐν καρδίᾳ ἀκάθαρτοι καὶ αἰσχροὶ λόγοι ἐκ τοῦ ἀπατεῶνος τῆς καρδίας τοῦ τῆς πορνείας δαίμονος πεφύκασι τίκτεσθαι· οὒς ἰᾶται ἐγκράτεια καὶ τὸ τούτους εἰς οὐδὲν ὅλως λογίζεσθαι· ποίῳ δὲ ἐγὼ ἤθει καὶ τρόπῳ τὸν ἐμὸν τοῦτον φίλον δήσας κατὰ τὴν ἀκολουθίαν τῶν λοιπῶν δικάσω, οὐκ ἐπίσταμαι· πρὶν γὰρ δήσω, λύεται· καὶ πρὶν δικάσω, διαλλάσσομαι· καὶ πρὶν τιμωρήσω, κατακάμπτομαι. Πῶς μισήσω ὃν φύσει ἀγαπᾷν πέφυκα; Πῶς ἐλευθερωθῶ ᾧ εἰς αἰῶνας συνδέδεμαι; Πῶς καταργήσω τὸ καὶ σὺν ἐμοὶ ἀνιστάμενον; Πῶς δείξω ἄφθαρτον τὸ φθαρτὴν εἰληφὸς φύσιν; Τί εὔλογον εἴπω τῷ τὰ εὔλογα κεκτημένῳ διὰ τῆς φύσεως; Ἂν δήσω νηστείᾳ τοῦτον, κατακρίνας τὸν πλησίον, αὐτῷ πάλιν παραδίδομαι. Ἂν τὸ κρίνειν παύσας τοῦτον νικήσω, ὑψωθεὶς τῇ καρδίᾳ κατηνέχθην ἐντούτῳ. Καὶ γὰρ καὶ σύνεργός ἐστι καὶ πολέμιος, καὶ βοηθὸς καὶ ἀντίδικος, καὶ ἀντιλήπτωρ καὶ ἐπίβουλος· θεραπευόμενος πολεμεῖ, καὶ τηκόμενος ἀτονεῖ, ἀναπαυόμενος ἀτακτεῖ, καὶ σαινόμενος οὐ φέρει· ἂν λυπήσω, ὅλως κινδυνεύσω· ἂν πλήξω, οὐκ ἔχω διὰ τίνος τὰς ἀρετὰς κτήσομαι· τὸν αὐτὸν καὶ ἀποστρέ-