Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/402

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
795796
S. JOANNIS CLIMACI

Οὐδεὶς γὰρ τὸν ἑαυτοῦ θάνατον προγνοὺς πρὸ πολλοῦ χρόνου τῷ βαπτίσματι, ἣ τῇ μοναδικῇ πολιτείᾳ προσέτρεχεν· ἁπάσας δὲ τὰς ἑαυτοῦ ἡμέρας ἐν ἀνομίαις διέτριβεν, καὶ ἐν αὐτῇ τῆς ἐξόδου εἰς τὸ βάπτισμα καὶ εἰς τὴν μετάνοιαν προσήρχετο. Μηδέποτε πενθῶν ἀποδέξῃ, τὸν κύνα ἐκεῖνον τὸν φιλάνθρωπόν σοι τὸν Θεὸν ὑποβάλλοντα· σκοπὸς γὰρ αὐτῷ, τὸ πένθος, καὶ τὸν φόβον τὸν ἄφοβον ἐκ σοῦἐξεώσασθαι, εἰ μή τι ἂν εἰς βαθεῖαν ἀπόγνωσιν ἴδῃ σεαυτὸν κατασυρόμενον· ὁ μνήμην θανάτου, καὶ κρίσεως Θεοῦ ἐν ἑαυτῷ διὰ παντὸς κατέχειν βουλόμενος, καὶ φροντίσι καὶ περισπασμοῖς ὑλικοῖς ἑαυτὸν ἐκδιδοὺς, ὅμοιός ἐστι τῷ νηχομένῳ, καὶ τὰς ἑαυτοῦ χεῖρας κρατεῖν βουλομένῳ. Μνήμη θανάτου ἐναργὴς περιέκοψε βρώματα, βρωμάτων δὲ ἐν ταπεινώσει κοπέντων συνεξεκόπησαν (3). Ἀναλγησία καρδίας ἐπώρωσε νοῦν, βρωμάτων δὲ πλῆθος ἐξήρανε πηγάς· δίψα καὶ ἀγρυπνία ἐξέθλιψαν καρδίαν· καρδίας δὲ θλιβήσης ἀπεπήδησαν ὕδατα (4). Σκληρὰ μὲν γαστριμάργοις, ἄπιστα δὲ ῥᾳθύμοις τὰ εἰρημένα. Ἀνὴρ δὲ πρακτικὸς δοκιμάσει προθύμως· ὁ πείρᾳ εὑρηκὼς μηδιάσει ἐπὶ τούτοις· ὁ δὲ ἐπιζητῶν, σκυθρωπότερος ἔσται. Ὥσπερ τὴν τελείαν ἀγάπην οἱ Πατέρες ἄπτωτον εἶναι ὁρίζονται, οὕτως ἔγωγε τὴν τελείαν τοῦ θανάτου αἴσθησιν ἄφοβον εἶναι ἀποφαίνομαι· πολλαὶ μὲν τοῦ νοὸς τοῦ πρακτικοῦ αἱ ἐργασίαι· λέγω δὲ ἔννοια ἀγάπης, τῆς πρὸς Θεόν· μνήμης θανάτου, μνήμης Θεοῦ, μνήμης βασιλείας, ζήλου τῶν ἁγίων μαρτύρων, μνήμης αὐτοῦ τοῦ Θεοῦ παρόντος, κατὰ τὸν εἰπόντα· Προωρώμην τὸν Κύριον. Μνήμης ἁγίων καὶ νοερῶν δυνάμεων· μνήμης ἐξόδου, ἀπαντήσεως, κολάσεως, ἀποφάσεως. Ἐν μεγάλοις μὲν ἠρξάμεθα, ἀναπτώτοις δὲ κατελήξαμεν. Διηγήσατό μοί ποτε Αἰγύπτιος μοναχὸς, ὡς ὅτι μετὰ τὴν ἐν αἰσθήσει καρδίας τῆς τοῦ θανάτου μνήμης παγίωσιν, θελήσαντός μου χρείας καταλαβούσης μικρὸν τὸν πηλὸν (5) παραμυθήσασθαι, ὑπὸ τῆς μνήμης, ὡς ὑπὸ δικαστοῦ κεκώλυμαι. Καὶ τὸ θαυμαστὸν, ὅτιπερ καὶ βουληθεὶς οὐκ ἠδυνήθην ἀπώσασθαι· ἕτερός τις οἰκῶν ἐνταῦθα ἐν τῷ λεγομένῳ Θολῷ τόπῳ, πολλάκις ἐκ τῆς τοιαύτης ἐννοίας ἐξίστατο, καὶ ὡς ὀλιγοθυμήσας, ἢ καὶ ἐπιληπτιάσας παρὰ τῶν εὑρισκομένων ἀδελφῶν, ἄπνους σχεδὸν ἐβαστάζετο. Οὐ σιωπήσω σοι καὶ τὸ τοῦ ἡσυχίου τοῦ Χωρηβίτου σημᾶναι διήγημα. Οὗτος ἀεὶ ἐν πάσῃ ἀμελείᾳ διέτριβε, τῆς ἑαυτοῦ ψυχῆς τὸ παράπαν μὴ ποιούμενος ἐπιμέλειαν· ἀσθενήσας οὖν ἐσχάτως τοῦ σώματος, ὡς ἐπὶ ὥραν μίαν ἀκριβῶς ἐξεδήμησε· καὶ εἰς αὐτὸν ἐπανελθὼν δυσωπεῖ μὲν ἡμᾶς πάντας εὐθέως ἀναχωρῆσαι. Καὶ τὴν θύραν τῆς κέλλης ἀνοικοδομήσας ἔμεινεν ἔνδον χρόνους δύο καὶ δέκα μηδενὶ τὸ παράπαν συντετυχηκὼς, οὐ μικρὸν, οὐ μέγαν λόγον, οὐχ ἑτέρου τινὸς, ἀλλ᾿ ἢ ἄρτου καὶ ὕδατος ἀπογευόμενος· μόνον δὲ καθήμενος καὶ πρὸς