Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/403

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
797798
SCALA PARADISI.—GRADUS VI.

ἃ ἑώρακεν ἐν τῇ ἐκστάσει ἐξηστηκὼς σύννους οὕτως, ὡς μηδέποτε ἐπὶ Κυρίου τὸ ἴδιον ἦθος ἀλλοιώσας, ἀλλ᾿ ἔκνους ἀεὶ, καὶ δάκρυα θερμὰ ἀψοφητὶ καθ᾿ ὅλου προχεόμενος. Ὅτε δὲ ἤμελλεν τελευτᾷν, ἀναφράξαντες τὴν θύραν εἰσεληλύθαμεν, καὶ πολλὰ δυσωπήσαντες, τοῦτο καὶ μόνον παρ᾿ αὐτοῦ ἀκηκόαμεν· Συγχωρήσατε· οὐδεὶς μνήμην θανάτου ἐγνωκὼς, δυνήσεται ἁμαρτῆσαί ποτε. Ἡμεῖς δὲ ἐθαμβούμεθα τὸν οὕτως πρώην ἀμελῆ ὁρῶντες, οὕτως ἀθρόον μεταμορφωθέντα τὴν μακαρίαν ἀλλοίωσιν καὶ μεταμόρφωσιν· θάψαντες δὲ αὐτὸν ὁσίως ἐν τῷ κοιμητηρίῳ τῷ πλησίον τοῦ κάστρου· μεθ᾿ ἡμέραν ἐπιζητήσαντες τὸ ἅγιον αὐτοῦ λείψανον, οὐχ εὕρομεν· τοῦ Κυρίου καὶ ἐν τούτῳ τὴν μεμεριμνημένην αὐτοῦ καὶἀξιέπαινον μετάνοιαν πληροφορήσαντος, πάντας τοὺς βουλομένους, καὶ μετὰ πολλὴν ἀμέλειαν διορθώσασθαι· ὥσπερ τὴν ἄβυσσον ἀπέρατον, τινὲς εἶναι ὁρίζονται· τόπον γὰρ αὐτὴν καλοῦσιν ἀπύθμαντον. Οὕτως ἡ τοῦ θανάτου ἔννοια ἄφθαρτον καὶ τὴν ἁγνείαν καὶ τὴν ἐργασίαν κέκτηται. Βεβαιοῦται δὲ τὸ εἰρημένον ὁ προειρημένος ὅσιος. Φόβῳ φόβον διηνεκῶς οἱ τοιοῦτοι προσλαμβάνοντες, οὐ παύονται ἄχρις ἂν καὶ αὕτη ἡ τῶν ὀστέων ἐκδαπανηθῇ δύναμις. Δῶρον Θεοῦ καὶ τοῦτο μετὰ πάντων ἀγαθῶν εἶναι ἑαυτοὺς πληροφορήσωμεν· ἐπεί πως πολλάκις καὶ ἐν αὐτοῖς τοῖς μνήμασι παραγενόμενοι, ἀδάκρυτοί τινες καὶ σκληροὶ διαμένομεν· ἐκτὸς δὲ τῆς τοιαύτης θεωρίας πλειστάκις κατανυσσώμεθα. Ὁ πάντων νεκρωθεὶς, οὗτος θανάτου ἐμνημόνευσεν· ὁ δὲ ἔτι σχετικὸς, οὐ σχολάσει ἑαυτῷ ἀντεπίβουλος ὤν. Μὴ θέλε (7) πάντας διὰ λόγον πληροφορεῖν τὴν πρὸς αὐτοὺς ἀγάπην· μᾶλλον δὲ Θεὸν αἰτοῦ ταύτην αὐτοῖς ἀῤῥήτως ἐμφανίσαι· εἰ δὲ μὴ, οὐκ ἐξαρκέσει σοι ὁ χρόνος πρὸς σχέσεις καὶ κατάνυξιν. Μὴ ἀπατῶ, ἄφρον ἐργάτα, χρόνῳ χρόνον ἀναπληροῦν· οὐ γὰρ ἐξαρκεῖ ἡ ἡμέρα οὐδὲ τὸ ἑαυτῆς χρέος τῷ Δεσπότῃ ἀνελλιπῶς πληρῶσαι· παρὰ ἀνθρώποις οὐκ ἔστι, φησὶν, οὐκ ἔστι τὴν ἐνστῶσαν ἡμέραν εὐσεβῶς διεξιέναι, εἰ μὴ αὐτὴν ἐσχάτην παντὸς τοῦ βίου λογισώμεθα. Καὶ θαῦμα ὄντως πῶς καὶ Ἕλληνές τι τοιοῦτον ἐφθέγξαντο, ἐπεὶ καὶ φιλοσοφίαν τοῦτο εἶναι ὁρίζονται, μελέτην θανάτου.