Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/401

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
793794
SCALA PARADISI.—GRADUS VI.



ΛΟΓΟΣ Ϛʹ.
Περὶ μνήμης θανάτου.

Παντὸς λόγου προηγεῖται ἔννοια. Μνήμη (1) δὲ θανάτου καὶ πταισμάτων προηγεῖται κλαυθμοῦ καὶ πένθους· διὸ κατὰ τὴν οἰκείαν τάξιν καὶ ἐν τῷ λόγῳ τέθειται. Μνήμη θανάτου ἐστὶ καθημερινὸς θάνατος, μνήμη δὲ ἐξόδου κάθωρος στεναγμός. Δειλία μὲν θανάτου ἐστὶν ἰδίωμα φύσεως ἐκ παρακοῆς προσγενόμενον, τρόμος δὲ θανάτου ἐστὶν ἀμετανοήτων πταισμάτων τεκμήριον. Δειλιᾷ Χριστὸς θάνατον, οὐ τρέμει, ἵνα τῶν δύο φύσεων τὰ ἰδιώματα σαφῶς ἐμφανίσῃ. Ὡς πασῶν τροφῶν ὁ ἄρτος ἀναγκαιότερος, οὕτως πασῶν ἐργασιῶν ἡ τοῦ θανάτου ἔννοια· μνήμη (2) θανάτου γεννᾷ ἐν μὲν τοῖς ἐν μέσῳ πόνους καὶ ἀδολεσχίας· μᾶλλον δὲ ἀπιμίας ἡδύτητα· παρὰ δὲ τοῖς ἐκτὸς θορύβου φροντίδων ἀπόθεσιν καὶ εὐχὴν διηνεκῆ, καὶ νοὸς φυλακήν. Αἱ αὐταὶ δὲ αὐτῆς καὶμητέρες καὶ θυγατέρες κατεστήκασιν· ὡς φανερὸς ὁ κασσίτηρος παρὰ τὸν ἄργυρον, κἂν τὴν θεωρίαν ἔοικεν, οὕτως παρὰ τοῖς διακριτικοῖς φανερὰ καὶ δήλη ἡ φυσικὴ, καὶ ἡ παρὰ φύσιν δειλία τῆς ἐξόδου. Τοῦτο ἀληθὲς τεκμήριον τῶν ἐν αἰσθήσει καρδίας μνημονευόντων τοῦ θανάτου, ἡ πρὸς πᾶσαν τὴν κτίσιν ἑκούσιος ἀπροσπάθεια, καὶ τοῦ ἰδίου θελήματος παντελὴς ἐγκατάλειψις. Δόκιμος μὲν, ὁ τοῦτον καθ᾿ ἡμέραν πάντως προσδεχόμενος· ἅγιος δὲ, ὁ τούτου καθ᾿ ὥραν ἐφιέμενος. Οὐ πᾶσα ἐπιθυμία θανάτου ἀγαθή. Εἰσὶ γὰρ οἱ διηνεκῶς βίᾳ ἕξεως πταίοντες, καὶ τοῦτον εὐχόμενοι μετὰ ταπεινώσεως· καὶ εἰσὶν αὖθις οἱ μετανοῆσαι μὴ βουλόμενοι, καὶ τὸν θάνατον ἐξ ἀπογνώσεως προσκαλούμενοι· καὶ εἰσὶν οἱ ἐξ οἰήσεως ἀπαθεῖς ἑαυτοὺς ἔχοντες, καὶ τοῦτον μὴ δειλαινόμενοι· καὶ εἰσὶν, εἴπερ καὶ νῦν ἄρα εἰσὶν, οἱ δι᾿ ἐνεργείας Πνεύματος ἁγίου τὴν ἐκδημίαν ἐπιζητοῦντες τὴν ἑαυτῶν. Ζητοῦσί τινες καὶ διαποροῦσι, τίνος ἕνεκεν οὕτως εὐεργετούσης ἡμᾶς τῆς τοῦ θανάτου μνήμης, τὴν τούτου πρόγνωσιν ὁ Θεὸς ἐξ ἡμῶν ἀπέκρυψεν, μὴ γινώσκοντες ὅτι τὴν σωτηρίαν ἡμῶν ὁ Θεὸς διὰ τούτου εἰργάσατο θαυμασίως.