Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/393

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
777778
SCALA PARADISI.—GRADUS V.

ροφορίᾳ τοὺς ἐμοὺς ταπεινοὺς πόδας κατέβρεξε· Πάντα δὲ δυνατὰ τῷ πιστεύοντι, ὁ Κύριος εἴρηκεν. Εἶδον ἀκαθάρτους ψυχὰς περὶ ἔρωτας σωμάτων ἐμμανῶς μαινομένας· καὶ δὴ σκῆψιν [σκέψιν] μετανοίας προσλαβοῦσαι, ἐκ πείρας ἔρωτος, τὸν αὐτὸν πρὸς Κύριον μετενηνόχασιν ἔρωτα· καὶ πάντα φόβον ὑπερπηδήσασαι, ἀπλήστως εἰς ἀγάπην Θεοῦ ἐνεγκεντρίσθησαν. Διὰ τοῦτο καὶ ὁ Κύριος τῇ σώφρονι ἐκείνῃ πόρνῃ οὐ λέγει, ὅτι ἐφοβήθη, ἀλλ᾿ Ὅτι ἠγάπησε πολὺ, καὶ ἐδυνήθη εὐχερῶς ἔρωτι ἔρωτα διακρούσασθαι. Οὐκ ἀγνοῶ δὲ ἐγὼ, ὦ θαυμάσιοι, ὅτι τοῖσιν μὲν ἄπιστα, ἑτέροις δὲ ἀνέλπιστα· ἄλλοις δὲ ἀπόγνωσιν τίκτοντα φαίνονται, ἅπερ διηγησάμην, ἔπαθλα. Ἀνὴρ δὲ ἀνδρεῖος ἐκ τούτων προσελάβετο κέντρον, καὶ βέλος πυρὸς, καὶ ζῆλον ἐν καρδίᾳ ἀπῆλθε βαστάζων. Ὁ τούτου ὑποβεβηκὼς, ἐπέγνω τὴν οἰκείαν ἀσθένειαν, καὶ ταπεινοφροσύνην εὐχερῶς κτησάμενος διὰ τῆς ἑαυτοῦ μέμψεως τὸν [κατόπιν, τοῦ πρώτου] πρῶτον κατέδραμεν, ἀγνοῶ δὲ εἰ καὶ κατέλαβεν. Ἀνὴρ δὲ ἀμελὴς μὴ προσψαύσῃ τοῖς εἰρημένοις, μή πως καὶ αὐτὸ ὃ ἐργάζεται, ἀπογνοὺς σκορπίσειε [σκορπίσῃ]· καὶ γένηται καὶ ἐπ᾿ αὐτῷ τὸ φάσκον λόγιον· ἀπὸ δὲ τοῦ μὴ ἔχοντος προθυμίαν, καὶ ὃ δοκεῖ ἔχειν, ἀρθήσεται ἀπ᾿ αὐτοῦ· οὐκ ἔστιν ἡμᾶς ἐν τῷ λάκκῳ τῶν ἀνομιῶν πεπτωκότας, καὶ μὴ εἰς τὴν ἄβυσσον τῆς ταπεινώσεως τῶν μετανοούντων καταδύσαντας, ἐκεῖθεν ἑλκυσθῆναι (22)· ἄλλη ἡ τῶν μετανοούντων [πενθούντων] σκυθρωπὴ ταπείνωσις, καὶ ἑτέρα τῶν ἔτι ἁμαρτανόντων τοῦ συνειδότος κατάγνωσις· καὶ ἄλλη ἡ τοῖς τελείοις δι᾿ ἐνεργίας Θεοῦ προσγινομένη μακαρία πλουτοταπείνωσις· μὴ σκεύσωμεν [σκευάσωμεν] τὴν τρίτην λόγοις εὑρεῖν, μάτην γὰρ δραμούμεθα [τρέχομεν. Al. θρέξομεν]· τῆς δὲ δευτέρας σημεῖον (23), ὑπομονὴ ἀτιμίας παντελής· τυραννεῖ ἡ πρόληψις, καὶ τὸν πενθοῦντα πολλάκις. Καὶ οὐ θαῦμα, ὁ περὶ κριμάτων, καὶ πτωμάτων λόγος σκοτεινὸς, καὶ πάντη ψυχῇ [πάσῃ ψυχῇ]ἀκατάληπτος· ποῖα μὲν τὰ δι᾿ ἀμελείας, ποῖα δὲ δι᾿ ἐγκατάλειψιν οἰκονομικήν· ποῖα δὲ δι᾿ ἀποστροφὴν Θεοῦ συμβαίνοντα ἡμῖν πτώματα. Πλὴν ἐκεῖνό μοί τις διηγήσατο, ὅτιπερ τὰ κατ᾿ οἰκονομίαν ἡμῖν συμβαίνοντα, ταχεῖαν τὴν ἐξ αὐτῶν ἀποστροφὴν κέκτηνται· οὐ γὰρ συγχωρεῖ ὁ παραδούς, ἐπεὶ πολὺ κρατεῖσθαι ἡμᾶς τὸ τῆς λύπης δαίμονι. Οἳ πεσόντες πρὸ πάντων μαχησώμεθα πρὸς αὐτόν· αὐτὸς γὰρ παρὰ τὸν καιρὸν τῆς προσευχῆς ἡμῶν παριστάμενος, καὶ τῆς προτέρας ἡμῶν παῤῥησίας ὑπομιμνήσκων καταργῆσαι ἡμᾶς τῆς εὐχῆς βούλεται. Μὴ (24) θαμβηθῇς καθ᾿ ἡμέραν πίπτων, μηδὲ ἀποπήδα, ἀλλὰ στῆθι ἀνδρείως, καὶ πάντως αἰδεσθήσεταί σου τὴν ὑπομονὴν ὁ φυλάσσων σε ἄγγελος. Ὡς νεαρὸν καὶ ζέον τὸ τραῦμα εὐΐατον εἶναι πέφυκε· τὰ γὰρ χρόνια καὶ ἠμελημένα καὶ κεχερσωμένα δυσίατα, καὶ πολλοῦ τοῦ κόπου, καὶ σιδήρου καὶ ξηρίου, καὶ τοῦ πυρὸς ἐνταῦθα πρὸς ἰατρείαν δεόμενα. Πολλὰ τῷ χρόνῳ ἀνίατα, παρὰ δὲ Θεῷ πάντα δυνατά. Πρὸ (25) μὲν τοῦ πτώματος, φιλάνθρωπον·