Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/392

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
775776
S. JOANNIS CLIMACI

ωδύροντο, καὶ ἔλεγον [ἀπωδυρόμενοι ἔλεγον]· Ποῦ ἡ τῆς προσευχῆς καθαρότης; ποῦ ἡ ταύτης παῤῥησία; ποῦ τὸ γλυκὺ ἀντὶ πικροῦ δάκρυον; (17) ποῦ ἐλπὶς τῆς παντελοῦς ἁγνείας καὶ καθάρσεως; ποῦ ἡ προσδοκία τῆς μακαρίας ἀπαθείας; ποῦ ἡ πρὸς τὸν ποιμένα (18) πίστις; ποῦ ἡ τῆς αὐτοῦ προσευχῆς ἐν ἡμῖν εὐεργεσία [ἐνέργεια]; Ἀπόλωλε ταῦτα πάντα· καὶ ὥσπερ μὴ φανέντα, ἐκλέλοιπεν· καὶ ὡς μὴ ὑπάρξαντα, ἠφανίσθησαν καὶ ᾤχετο. Ταῦτα μὲν λέγοντες καὶ θρηνοῦντες, οἱ μὲν, δαιμονᾷν ηὔχοντο· οἱ δὲ τῇ ἱερᾷ περιπεσεῖν νόσῳ, ἐδυσώπουν τὸν Κύριον· οἱ μὲν τὰς ὄψεις ἀποβάλλειν, καὶ ἐλεεινὸν προκεῖσθαι θέαμα· οἱ δὲ πάρετοι γενέσθαι, καὶ μόνον τῶν ἐκεῖ μοχθηρῶν μὴ πειρασθῆναι.Ἐγὼ δὲ, ὦ φίλοι, λέληθα ἐμαυτὸν ἐν τῷ ἐκείνῳ ἐμφιλοχωρῶν πένθει, καὶ ὅλος τῷ νοῒ συνηρπάγην, κατέχειν ἐμαυτὸν μὴ δυνάμενος. Ἀλλ᾿ ἐπανακτέον τὸν λόγον. Τοίνυν προσμείνας ἐν τῇ φρουρᾷ ἐπὶ ἡμέρας τριάκοντα, ἐπανέρχομαι ὁ ἀνυπομόνητος εἰς τὸ μέγα κοινόβιον πρὸς τὸν μέγαν. Ὁ δὲ θεασάμενός με, ὥσπερ ἠλλοιωμένον ὅλον καὶ ἐξεστηκότα, ἔγνω ὁ πάνσοφος ἀλλοιώσεως τὸν τρόπον· καί φησι· Τί ἐστι, Πάτερ Ἰωάννη; Ἑώρακας τοὺς τῶν καμνόντων ἄθλους; Ἐγὼ δὲ ἔφην· Καὶ ἑώρακα, Πάτερ, καὶ τεθαύμακα, καὶ μεμακάρικα ἔγωγε τοὺς πεπτωκότας, καὶ πενθοῦντας, ὑπὲρ τοὺς μὴ πεπτωκότας, καὶ ἑαυτοὺς μὴ πενθοῦντας· ὅτι διὰ πτώσεως ἀνέστησαν ἀνάστασιν ἀκίνδυνον. Ὁ δὲ, Οὕτως ἔχει, φησί· καὶ διηγήσατο ἡ ἀψευδὴς αὐτοῦ γλῶττα· Ὅτιπερ, φησὶ, πρὸ δέκα χρόνων, εἶχον ὧδε ἀδελφὸν πάνυ σπουδαῖον καὶ ἐργάτην, καὶ τοιοῦτον ὥστε με ὁρῶντα αὐτὸν, οὕτως τῷ πνεύματι ζέοντα, τρέμειν ὑπὲρ αὐτοῦ τὸν τοῦ διαβόλου φθόνον, μή πως τῷ πολλῷ δρόμῳ προσκόψῃ πρὸς λίθον τὸν πόδα· ὅπερ τοῖς ὀξέως βαδίζουσι συμβαίνειν πέφυκεν· ὅπερ καὶ γέγονεν. Εἶτα ἀνέρχεται πρός με, ἑσπέρας βαθείας, δείκνυσι τὸ τραῦμα γυμνόν· ζητεῖ ἔμπλαστρον (19), αἰτεῖται καυτῆρα, θορυβεῖται σφοδρῶς. Εἶτα ἐπεὶ ἄξιος συμπαθείας ἦν, ὁρᾷ μὴ πάνυ αὐτῷ αὐστηρᾷ τομῇ τὸν ἰατρὸν χρήσασθαι βουλόμενον, ῥίπτων ἑαυτὸν εἰς τὸ ἔδαφος, ἐπιλαμβάνεται τῶν ποδῶν, λούει ἱκανῶς τούτοις τοῖς δάκρυσιν· αἰτεῖται καταδίκην ἐν ᾗ ἑώρακας φρουρᾷ· ἀδύνατον ἐβόα μὴ ἐκεῖ με πορευθῆναι. Εἶτα βιάζεται εὐσπλαγχνίαν ἰατροῦ μετενεγκεῖν εἰς ἀποτομίαν, τὸ σπάνιον ἐν νοσοῦσι καὶ παραδοξότατον· καταλαμβάνει θᾶττον τοὺς μετανοοῦντας, γίνεται κοινωνὸς καὶ συναλγός. Πληγεὶς οὖν τὴν καρδίαν ὡς ὑπὸ ξίφους τῆς δι᾿ ἀγάπην Θεοῦ λύπης, τῇ ὀγδόῃ ἡμέρᾳ ἐκδημεῖ πρὸς Κύριον, αἰτησάμενος ταφῆς μὴ τυχεῖν. Ἐγὼ δὲ αὐτὸν καὶ ἐνταῦθα ἐνήνοχα, καὶ τοῖς πατράσι συντέταφα ὡς ἄξιον· διὸ καὶ μετὰ τὴν ἑβδόμην (20) δουλικὴν, τῇ ὀγδόῃ λύεται ἐλεύθερος ἡμέρᾳ. Ἔστι δέ τις ἐκεῖνο γνοὺς ἐναργῶς, μὴ πρότερον αὐτὸν τῶν εὐτελῶν καὶ ῥυπαρῶν μου ποδῶν ἀναστῆναι, πρὶν Θεὸν ἐξευμενίσασθαι· καὶ οὐ θαῦμα· πίστιν γὰρ ἐν καρδίᾳ τῆς πόρνης ἐκείνης ἀναλαβὼν, τοιαύτῃ καὶ αὐτὸς πλη-