Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/394

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
779780
S. JOANNIS CLIMACI

μετὰ δὲ τὸ πτῶμα ἀπότομον τὸν Θεὸν λέγουσιν οἱ δαίμονες· μὴ πείθου τῷ λέγοντι μετὰ τὸ πτῶμα ἐπὶ τοῖς μικροῖς ἐλαττώμασιν, εἴθε τόδε μὴ ἐποίησας· τοῦτο γὰρ οὐδέν ἐστι. Πολλάκις γὰρ μικρὰ δῶρα πολὺν θυμὸν κριτοῦ κατέπαυσαν. Ὁ ἐν ἀληθείᾳ εὐθύνας διδοὺς, πᾶσαν ἡμέραν ἐν ᾖ οὐ πενθεῖ, ὡς ἀπολέσας ταύτην λογίζεται. Κἂν ὁποῖα ἀγαθὰ πεποίηκεν ἐν αὐτῇ· μηδεὶς τῶν θρηνούντων ἐν ἐξόδῳ τὴν πληροφορίαν ἐκδέξηται. Τὸ γὰρ ἄδηλον οὐ βέβαιον. Ἄνες μοι διὰ πληροφορίας, ἵνα ἀναψύξω πρὸ τοῦ με ἀπελθεῖν ἐντεῦθεν ἀπληροφόρητον. Ὅπου πνεῦμα Κυρίου, ὁ δεσμὸς λέλυται· ὅπου (26) ταπείνωσις ἀνείκαστος, ὁ δεσμὸς λέλυται. Οἱ γὰρ τῶν δύο τούτων χωρὶς, μὴ πλανηθῶσι, δέδενται γάρ. Οἱ ἐν κόσμῳ καὶ μόνοι τούτων ὑπάρχουσι ξένοι τῶν πληροφοριῶν, καὶ μάλιστα τῆς προτέρας, δι᾿ ἐλεημοσύνης δέ τινες τρέχουσιν ἐν ἐξόδῳ τὸ ἑαυτῶν κέρδος γνωρίζοντες. Οὐ γνώσεται ὁ ἑαυτὸν θρηνῶν, θρῆνον, ἢ πτῶμα ἄλλου, ἢ μέμψιν. Ὑπὸ θηρὸς δηχθεὶς κύων, ἐπὶ πλέον ἐθυμώθη κατ᾿ αὐτοῦ, τῷπόνῳ τῆς πληγῆς πρὸς αὐτὸν ἀσυγχωρήτως μαινόμενος (27)· πρόσχωμεν, μήπως οὐκ ἐκ (28) καθαρότητος, ἀλλὰ περικακῆσαν ὥσπερ, τοῦ ἐλέγχειν τὸ συνειδὸς ἐπαύσατο. Σημεῖον τῆς ἐν πτώματι λύσεως, τὸ διὰ παντὸς χρεώστην λογίζεσθαι. Οὐδὲν τῶν τοῦ Θεοῦ οἰκτιρμῶν ἴσον, ἢ μεῖζον ὑπάρχει· διὸ ὁ ἀπογινώσκων, ἑαυτὸν ἔσφαξε (29). Σημεῖον μεμεριμνημένης μετανοίας πασῶν τῶν συμβαινουσῶν ὁρατῶν καὶ ἀοράτων θλίψεων ἀξίους ἑαυτοὺς λογίζεσθαι· καὶ τούτων πλείω [πλειόνων]. Μωϋσῆς μετὰ τὸν Θεὸν ἐν τῷ βάτῳ ἰδέσθαι, πάλιν εἰς Αἴγυπτον, ἤγουν σκοτασμὸν πρὸς τὴν πλινθουργίαν τοῦ νοητοῦ ἴσως Φαραὼ ὑπέστρεψεν· ἀλλὰ πάλιν ἀνέρχεται ἐν τῇ βάτῳ· καὶ οὐ μόνον, ἀλλὰ καὶ ἐν τῷ ὄρει. Ὁ γνοὺς τὸ θεώρημα, οὐδέ ποτε ἑαυτοῦ ἀπογινώσκει. Πτωχεύει ὁ μέγας Ἰὼβ, ἀλλὰ πάλιν διπλῶς ἐπλούτησεν. Ἐν τοῖς (30) ῥᾳθύμοις, χαλεπὰ τὰ μετὰ τὴν κλῆσιν πτώματα, τὴν ἐλπίδα τῆς ἀπαθείας ῥαπίσαντα [πατάξαντα. Al. ῥαπίσασι] καὶ εἰς μακάριον ἡγεῖσθαι πείθοντα λογιζομένους [λογιζομένοις], κὰν τὴν τοῦ βόθρου ἀνάστασιν. Ὅρα, οὐ γὰρ πάντως δι᾿ ἧς ὁδοῦ ἐπλανήθημεν, ἐπιστρέφομεν· ἀλλὰ δι᾿ ἑτέρας συντόμου. Εἶδον δύο ὁμοτρόπως καὶ ὁμοχρόνως πρὸς Κύριον βαδίζοντας· καὶ ὁ μὲν τούτων γηραιὸς ἦν, καὶ προύχων ἐν πόνοις· ὁ δὲ ἄλλος μαθητὴς, καὶ προέδραμε τάχιον τοῦ γέροντος· καὶ ἦλθε πρῶτος εἰς τὸ μνημεῖον τῆς ταπεινώσεως. Πρόσχωμεν πάντες, ἐπὶ πλείω δὲ οἱ πεπτωκότες, μὴ νοῆσαι ἐν καρδίᾳ τὴν τοῦ (31) Ὠριγένους τοῦ ἀθέου νόσον· τὴν γὰρ Θεοῦ φιλανθρωπίαν, ἡ μιαρὰ προβαλλομένη,εὐπαράδεκτος ἐν τοῖς φιληδόνοις γίνεται. Ἐν τῇ μελέτῃ μου, μᾶλλον δὲ ἐν τῇ μετανοίᾳ μου ἐκκαυθήσεται πῦρ προσευχῆς καιούσης ὕλην. Ὅρος σοι, καὶ τύπος, καὶ ὑπογραμμὸς, καὶ εἰκὼν πρὸς μετάνοιαν ἔστωσαν οἱ προμνημονευθέντες ἅγιοι κατάδικοι, καὶ οὐ μὴ δεηθήσῃ βιβλίου ὅλως ἐν τῇ ζωῇ