Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/390

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
771772
S. JOANNIS CLIMACI

ἐκείνοις ἑωρᾶτο γόνατα ἐπεσκληκότα τῷ πλήθει τῶν μετανοιῶν· οἱ ὀφθαλμοὶ ἐκτακέντες καὶ ἔσω που εἰς βάθος δεδυκότες· τριχῶν ἀπεστερημένοι, παρειὰς κεκτημένοι (11) πεπληγμένας, καὶ περιπεφλεγμένας τῇ ζέσει τῶν πολλῶν δακρύων· πρόσωπα καταμεμαρασμένα καὶ ὠχρὰ, μηδὲν ἐν συγκρίσει νεκρῶν διαφέροντα· στήθη ταῖς πληγαῖς ἀλγοῦντα καὶ αἱμάτων πτύελοι ἐκ τῶν ἐν τῷ στήθει πυγμῶν ἐκπεμπόμενοι. Ποῦ ἦν ἐκεῖ στρωμνῆς κατάστασις; ποῦ ἐνδύματος καθαρότης ἢ στερεότης; Ἀλλὰ διεῤῥηγμένα καὶ ῥυπῶντα, καὶ ὑπὸ τοῦ φθειρὸς ἐπικεκαλυμμένα. Τί πρὸς ἐκείνους ἡ τῶν δαιμονώντων κακοπάθεια; τί ἡ τῶν νεκροὺς πενθούντων; τί ἡ τῶν ἐν ἐξορίᾳ διαγόντων; τί ἡ τῶν ἐπὶ φόνοις καταδίκων; Οὐδὲν ὄντως ἡ ἐκείνων βάσανος, καὶ τιμωρία ἀκούσιος, πρὸς τὴν τούτων ἑκούσιον. Καὶ μὴ μύθους τὰ εἰρημένα λογίσησθε, ἐρωτῶ, ἀδελφοί. Ἐδυσώπουν πολλάκις τὸν κριτὴν τὸν μέγαν ἐκεῖνον, τὸν ποιμένα λέγω, τὸν ἄγγελον ἐν ἀνθρώποις· καὶ παρεκάλουν σίδηρα καὶ κλοιὰ ἐν χερσὶ καὶ τραχήλῳ περιθέσθαι· καὶ τοὺς πόδας ἐν τῷ τῶν πασχόντων κατασφαλισθῆναι ξύλῳ καὶ μὴ πρότερον ἐκεῖθεν λυθῆναι, ἄχρι λοιπὸν τὸ μνῆμα διαδέξεται, πλὴν οὐδὲ τὸ μνῆμα. Οὐ μὴ γὰρ, οὐ μὴ κρύψω οὐδὲ ταύτην αὐτῶν τῶν μακαρίων ὄντως ἠλεημένην ταπείνωσιν, καὶ συντετριμμένην πρὸς Θεὸν ἀγάπην καὶ μετάνοιαν. Μέλλοντες τοίνυν πρὸς Κύριον πορεύεσθαι, καὶ τῷ ἀδεκάστῳ βήματι παρίστασθαι, καλοὶ ἐκεῖνοι τῆς χώρας τῆς μετανοίας πολῖται, ὁπηνίκα τις αὐτῶν ἐν τῷ (12) παντὶ ἐθεώρει ἑαυτὸν, τοῦτο διὰ τοῦ προεστῶτος αὐτῶν ἐδυσώπει μεθ᾿ ὅρκων τὸν μέγαν, τοῦ μὴ καταξιωθῆναι αὐτὸν ἀνθρωπίνης ταφῆς, ἀλλὰ ἀλόγου, ἢ ἐν τῷ ῥείθρῳ τοῦ ποταμοῦ, ἢ ἐν τῷ ἀγρῷ τοῖς θηρίοις παραδοθῆναι·ὅπερ πολλάκις καὶ ὑπήκουσεν [ἐποίησεν ὑπακούσας]ὁ τῆς διακρίσεως λύχνος, ψαλμῳδίας τε πάσης καὶ τιμῆς ἐστερημένους ἐξοδιάζεσθαι κελεύων. Οἷον δὲ καὶ τὸ θέαμα φοβερὸν καὶ ἐλεεινὸν τῆς ἐκείνων ἐσχάτης ὥρας· ὁπόταν γὰρ οἱ συγκατάδικοι τὸν προπορευόμενον τελειοῦσθαι μέλλοντα ᾔσθοντο, ἔτι τοῦ νοὸς ἐῤῥωμένου περιεκύκλουν καὶ διψῶντες, καὶ πενθοῦντες ἐλεεινοτάτῳ ἤθει καὶ σκυθρωπῷ λόγῳ τὴν κεφαλὴν σείοντες τὴν ἑαυτῶν [τὰς ἑαυτῶν κεφαλὰς], ἠρώτων τὸν ἐκλείποντα· καὶ καιόμενοι τῇ συμπαθείᾳ τῇ πρὸς αὐτὸν ἔλεγον· Τί ἐστιν, ἀδελφὲ καὶ συγκατάδικε, πῶς; τί λέγεις; τί ἐλπίζεις; τί ὑπολαμβάνεις; Ἤνυσας ἐκ τοῦ (13) κόπου τὸ ζητούμενον, ἢ οὐκ ἴσχυσας; Ἤνοιξας, ἢ ὑπεύθυνος ἔτι ὑπάρχεις; ἔφθασας, ἢ οὐκ ἐπέτυχες; Ἔλαβές τινα πληροφορίαν, ἢ ἄδηλον ἔχεις τὴν ἐλπίδα; Εἴληφας ἐλευθερίαν, ἣ κλονεῖται καὶ ἀμφιβάλλει ἔτι ὁ λογισμός; ᾜσθου τινὸς ἐν τῇ καρδίᾳ φωτισμοῦ, ἢ ἐσκοτισμένη ἔτι καὶ ἠτιμωμένη ὑπάρχει; Ἐγένετό τις ἐν σοὶ φωνὴ λέγουσα ἔνδον· Ἴδε ὑγιὴς γέγονας· ἢ, Ἀφέωνταί σου αἱ ἁμαρτίαι· ἢ, Ἡ πίστις σου σέσωκέ σε; ἢ ἆρα ἔτι ἐκείνης ἀκούεις τῆς λεγούσης· Ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδην· καί· Δήσατε χεῖρας καὶ πόδας· καί· Ἀρθήτω ὁ ἀσεβὴς, ἵνα