Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/389

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
769770
SCALA PARADISI.—GRADUS V.

ἄνθρωπον; Οὐδαμοῦ. Ταῦτα ἦν παρ᾿ ἐκείνοις διηνεκῶς τὰ λεγόμενα καὶ βοώμενα πρὸς Κύριον. Οἱ μὲν τὸ στῆθος ἰσχυρῶς κρούοντες, ὥσπερ ἐν τῇ τοῦ οὐρανοῦ πύλῃ ἱστάμενοι, πρὸς Θεὸν ἔλεγον· Ἄνοιξον ἡμῖν, δικαστὰ, ἄνοιξον ἡμῖν, ἐπειδὴ ἁμαρτίαις ἐκλείσαμεν ἑαυτοῖς, ἄνοιξον ἡμῖν. Οἱ δὲ ἔλεγον· Ἐπίφανον τὸ πρόσωπόν σου μόνον, καὶ σωθησόμεθα. Ἄλλος πάλιν· Ἐπίφανον τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις ταπεινοῖς. Ἕτερος· Ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου, Κύριε, ὅτι ἀπολώλαμεν, ὅτι ἀπεγνώκαμεν, ὅτι ἐξελ[ε]ίπομεν σφόδρα. Οἱ μὲν ἔλεγον· Εἰ ἄρα ἐπιφάνοι Κύριος τοῦ λοιποῦ ἐφ᾿ ἡμᾶς· ἕτεροι δέ· Ἆρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ χρέος τὸ ἀνυπόστατον; Ἄλλος· Ἄρα παρακληθήσεται Κύριος τοῦ λοιποῦ ἐφ᾿ ἡμᾶς; ἆρα ἀκουσόμεθα αὐτοῦ λέγοντος ἡμῖν τοῖς ἐν δεσμοῖς ἀλύτοις· Ἐξέλθετε· καὶ τοῖς ἐν τῷ ᾅδῃ τῆς μετανοίας· Συγχωρήθητε; Ἆρα εἰσῆλθεν ἡ κραυγὴ ἡμῶν εἰς τὰ ὦτα Κυρίου; Πάντες δὲ ἐκάθηντο ἀεὶ ἐν ὀφθαλμοῖς αὐτῶν ὁρῶντες τὸν θάνατον, καὶ λέγοντες· Ἆρα τί τὸ ἀποβησόμενον· ἆρα τίς ἡ ἀπόφασις; ἆρα τί τὸ τέλος ἡμῶν; ἆρα ἔστιν ἀνάκλησις; ἆρα ἔστι συγχώρησις τοῖς σκοτεινοῖς, τοῖς ταπεινοῖς, τοῖς καταδίκοις; ἆρα ἴσχυσεν ἡμῶν ἡ δέησις εἰσελθεῖν ἐνώπιον Κυρίου; ἢ ἀπεστράφη δικαίως τεταπεινωμένη καὶ κατῃσχυμμένη; ἆρα δὲ εἰσελθοῦσα, πόσον ἐξευμενίσατο; πόσον ἤνυσεν; πόσον ὠφέλησε; πόσον ἐνήργησεν; ἐπειδὴ ἐξ (9) ἀκαθάρτων στομάτων καὶ σωμάτων ἀνεπέμφθη, καὶ οὐ πολλὴν τὴν ἰσχὺνκέκτηται. Ἆρα εἰς τέλος διήλλαξε τὸν κριτήν; ἆρα μερικῶς; ἆρα κατὰ τὸ ἥμισυ τῶν μωλώπων; μεγάλοι γὰρ οὗτοι ὄντως, καὶ πολλῶν ἱδρώτων καὶ μόχθων δεόμενοι. Ἆρα ἐπλησίασαν ἡμῖν οἱ ἡμῶν φύλακες, ἢ ἔτι πόῤῥω ἀφ᾿ ἡμῶν ὑπάρχουσιν; Ἐκείνων γὰρ μὴ ἐγγιζόντων πρὸς ἡμᾶς, πᾶς ὁ κόπος ἡμῶν ἀνωφελὴς καὶ ἀνόνητος· οὐ γὰρ ἔχει δύναμιν παῤῥησίας ἡ προσευχὴ ἡμῶν, οὐδὲ πτερὸν καθαρότητος εἰσελθεῖν πρὸς Κύριον, εἰ μή τί γε οἱ ἄγγελοι ἡμῶν προσεγγίσαντες ἡμῖν, ταύτην λαβόντες Κυρίῳ προσενέγκωσιν. Οἷα δὲ [Οἱ δὲ] πολλάκις καὶ πρὸς ἀλλήλους διηπόρουν, καὶ ἔλεγον· Ἆρα, ἀδελφοὶ, ἀνύομεν; ἆρα τυγχάνομεν τῆς αἰτήσεως; ἆρα δέχεται πάλιν; ἆρα ἀνοίγει; Οἱ δὲ ἕτεροι πρὸς ταῦτα ἀπεκρίναντο· Τίς οἶδεν, ὡς εἶπον οἱ ἀδελφοὶ ἡμῶν οἱ Νινευῖται· Μή πως μεταμεληθήσεται Κύριος; Καὶ κἂν τῆς πολλῆς κολάσεως λυτρώσηται ἡμᾶς, ὅμως ἡμᾶς τὸ ἐφ᾿ ἡμῖν ποιήσωμεν. Καὶ ἐὰν ἀνοίξῃ, εὖ καὶ καλῶς· ἐπεὶ εὐλογητὸς Κύριος ὁ Θεὸς, ὁ ἀποκλείσας ἡμῖν δικαίως. Πλὴν (10) ἐπιμείνωμεν κρούοντες, ἕως τέλους τῆς ζωῆς ἡμῶν· ἴσως τῇ πολλῇ ἡμῶν ἀναιδείᾳ ἀνοίξει ἡμῖν. Διὸ καὶ ἑαυτοὺς διεγείροντες, ἔλεγον· Δράμωμεν, ἀδελφοὶ, δράμωμεν· δρόμου γὰρ χρεία καὶ δρόμου, ἐπειδὴ τῆς καλῆς ἡμῶν συνοδίας ἀπελείφθημεν· δράμωμεν μὴ φειδόμενοι ταύτης τῆς ῥυπαρᾶς καὶ μοχθηρᾶς σαρκὸς ἡμῶν· ἀλλ᾿ ἀποκτείνωμεν αὐτὴν, ὡς ἀπέκτεινεν ἡμᾶς, ὥσπερ καὶ ἐποίουν οἱ μακάριοι ὑπεύθυνοι. Ἐν