Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/391

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
773774
SCALA PARADISI.—GRADUS V.

μὴ ἴδῃ τὴν δόξαν Κυρίου; Τί λέγεις ἁπλῶς, ἀδελφέ; εἰπὲ ἡμῖν, δυσωποῦμεν, ἵνα καὶ ἡμεῖς γνῶμεν, ἐν ποίοις μέλλομεν ἔσεσθαι· σοῦ γὰρ λοιπὸν ὁ καιρὸς ἐκλείσθη, καὶ ἄλλον οὐχ εὑρήσεις ἔτι εἰς τὸν αἰῶνα. Πρὸς ταῦτα, οἱ μὲν τῶν κοιμωμένων, Εὐλογητὸς Κύριος, ἀπεκρίνοντο, ὃς οὐκ ἀπέστησε τὴνπροσευχήν μου, καὶ τὸ ἔλεος αὐτοῦ ἀπ᾿ ἐμοῦ. Οἱ δὲ πάλιν· Εὐλογητὸς Κύριος, ὃς οὐκ ἔδωκεν ἡμᾶς εἰς θήραν τοῖς ὀδοῦσιν αὐτῶν. Οἱ δὲ ἐκεῖνο ἐνωδύνως ἔλεγον· Ἆρα διέλθῃ ἡ ψυχὴ ὑμῶν τὸ ὕδωρ τῶν πνευμάτων τοῦ ἀέρος τὸν ἀνυπόστατον; Μὴ θαῤῥοῦντες ἀκμὴν, ἀλλὰ ἀποσκοποῦντες τί ἐν τῷ λογοθεσίῳ ἐκείνῳ γίνεται. Ἕτεροι δὲ τούτου ἐνωδυνηρότερον ἄλλο ἀπεκρίναντο, καὶ ἔλεγον· Οὐαὶ ψυχῇ, τῇ μὴ φυλαξάσῃ τὸ ἐπάγγελμα ἄμωμον, ἐν τῇ ὥρᾳ ταύτῃ καὶ μόνῃ γνώσεται τί αὐτῇ ἡτοίμασται· ἐγὼ δὲ ταῦτα ἑωρακώς τε παρ᾿ ἐκείνοις καὶ ἀκηκοὼς, μικροῦ δεῖν ἑαυτοῦ ἀπογινώσκειν ἔμελλον, ὁρῶν τὴν ἑαυτοῦ [ἐμαυτοῦ]ἀδιαφορίαν, καὶ συγκρίνων ταύτην πρὸς τὴν ἐκείνων κακοπάθειαν. Οἵα γὰρ ἦν καὶ αὐτὴ ἡ τοῦ τόπου κατάστασις καὶ κατοίκησις; Ὅλη σκοτεινὴ, ὅλη δυσώδης, ὅλη ῥυπῶσα καὶ αὐχμηρά. Φυλακὴ γὰρ καὶ καταδίκη εὐλόγως προσωνόμασται· ὡς καὶ αὐτὴν τὴν τοῦ χώρου θέαν μετανοίας πάσης καὶ πένθους ὑπάρχειν διδάσκαλον. Ἀλλὰ τὰ ἑτέροις δυσχερῆ καὶ ἀκατάδεκτα, τοῖς ἐξ ἀρετῆς καὶ πνευματικοῦ πλούτου ἐκπεπτωκόσι προσηνῆ καὶ εὐπαράδεκτα τυγχάνουσι. Ψυχὴ γὰρ παῤῥησίας προτέρας ἐστερημένη, καὶ ἐλπίδος ἀπαθείας ἐκπεσοῦσα, καὶ σφραγῖδα ἁγνείας διανοίξασα, καὶ πλούτου χαρισμάτων συληθεῖσα, θείας τε παρακλήσεως ἀλλοτριωθεῖσα, καὶ συνταγὴν Κυρίου ἀθετήσασα, πυρὸς καλοῦ δακρύων ψυχικῶν ἀποσβεσθεῖσα, καὶ τῇ τούτου μνήμῃ πληττομένη, καὶ ἐνωδύνως νυσσομένη, οὐ μόνον τοὺς προειρημένους πόνους μετὰ πάσης καταδέξεται προθυμίας, ἀλλὰ καὶ ἑαυτὴν ἀναιρεῖνεὐσεβῶς δι᾿ ἀσκήσεως ἐπιτηδεύει· εἰ ἆρα καὶ ἔστιν ἐν αὐτῇ ἐγκατάλειμμα σπινθῆρος ἀγάπης, ἢ φόβου Κυρίου. Οἷοι ὄντως ὑπῆρχον οἱ μακάριοι οὗτοι· ταῦτα γὰρ ἐν (15) νῷ ἔχοντες, καὶ ὕψος οὗ ἐκπεπτώκασιν εἰς νοῦν λαμβάνοντες, ἔλεγον· Ἐμνήσθημεν ἡμερῶν ἀρχαίων, τοῦ πυρὸς ἐκείνου τῆς ἡμετέρας σπουδῆς. Ἄλλοι πρὸς τὸν Θεὸν ἐβόων· Ποῦ εἰσὶ τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε, ἃ ἔδειξας τῇ ψυχῇ ἡμῶν ἐν τῇ ἀληθείᾳ σου; Μνήσθητι τοῦ ὀνειδισμοῦ καὶ τῶν μόχθων τῶν δούλων σου· (16) ἕτερος· Τίς ἄν με θείη κατὰ μῆνας ἡμερῶν τῶν ἔμπροσθεν, ὧν με ἐφύλαττεν ὁ Θεὸς, ὅτε ηὔγει ὁ λύχνος τοῦ φωτὸς αὐτοῦ ὑπὲρ κεφαλῆς τῆς καρδίας μου; πῶς τε τῶν προτέρων αὐτῶν ἐμνημόνευον κατορθωμάτων, καὶ ταῦτα δίκην νηπίων τεθνηκότων [θρηνούντων, vel τέκνων] ἀπ-