Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/363

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
717718
SCALA PARADISI.—GRADUS IV.

πάντων, παντὸς ῥυπουμένου μένει ἀνεπίμικτος. Οἱ σπουδαῖοι μᾶλλον ἑαυτοῖς προσεχέτωσαν, ἵνα μὴ διὰ τοῦ κρίνειν τοὺς ῥᾳθύμους, ἐκείνων πλεῖον κατακριθῶσιν. Διὰ τοῦτο, οἶμαι, ὁ Λὼτ δεδικαίωται, ὅτι μέσος ὑπάρχων τοιούτων, οὐδ᾿ ὅλως ἐφάνη τούτους κατακρίνων ποτέ. Πάντοτε μὲν, ἐπὶ πλεῖον δὲ ἐν ταῖς ὑμνῳδίαις, τὸ ἡσύχιον καὶ ἀτάραχον τηρήσωμεν· σκοπὸς γὰρ τοῖς δαίμοσι διὰ ταραχῶν τὴν προσευχὴν ἀφανίζειν (82). Διακονῶν ἐστι, σώματι μὲν ἀνθρώποις παρεστὼς, νοῒ δὲ ἐν οὐρανοῖς διὰ προσευχῆς κρούων. Αἱ μὲν ὕβρεις καὶ ἐξουδενώσεις, καὶ τὰ τοιαῦτα ἐν τῇ ψυχῇ τοῦ ὑπηκόου ἀψινθίου πικρότητι παρεικάζονται· οἱ δὲ ἔπαινοι, τιμαί τε καὶ εὐφημίαι μέλιτος δίκην ἐν τοῖς ἡδυπαθέσιν ἡδύτητα πᾶσαν ἀποτίκτουσι. Προσκοπήσωμεν τοίνυν πῶς ἡ φύσις τῶν ἑκατέρων, ἡ μὲν καθαίρειν ἅπαντα τὰ ἐντὸς ὑλώδη, ἡ δὲ αὔξειν εἴωθε τὴν χολήν. Πιστευτέον ἀμερίμνως τοῖς ἐν Κυρίῳ τὴν ἡμῶν ἀναδεξαμένοις ἐπιμέλειαν, κἂν ἐναντία τινὰ τῷ δοκεῖν καὶ τῇ σωτηρίᾳ ἡμῶν ἐναντιούμενα ἐπιτάττωσι· τότε γὰρ ἡ πρὸς αὐτοὺς ἡμῶν πίστις, ὡς ἐν χωνευτηρίῳ ταπεινώσεως, δοκιμάζεται· τοῦτο γὰρ πίστεως ἀληθεστάτης γνώρισμα, τὸ τὰ ἐναντία τῶν ἐλπιζομένων γινόμενα θεωροῦντας, τοῖς προστάττουσι πείθεσθαι ἀδιστάκτως. Ἐξ ὑπακοῆς ταπείνωσις, ὡς καὶ ἤδη φθάσαντες εἴπομεν· ἐκ ταπεινώσεως διάκρισις, ὡς καὶ τῷ μεγάλῳ Κασσιανῷ ἐν τῷ Περὶ διακρίσεως αὐτοῦ λόγῳ πεφιλοσόφηται κάλλιστά τε καὶ ὑψηλότατα. Ἐκ διακρίσεως διόρασις· ἐκ δὲ ταύτης, προόρασις. Καὶ τίς ἄρα μὴ δράμῃ ἐν τῷ καλῷ τούτῳ τῆς ὑπακοῆς δρόμῳ τοιούτων ἀγαθῶν ἑτοιμασίας ὁρῶν ἔμπροσθεν αὑτοῦ; Περὶ ταύτης τῆς μεγάλης ἔλεγεν ὁ καλὸς Ψάλτης ἐκεῖνος· Ἡτοίμασας ἐν τῇ χρηστότητί σου τῷ πτωχῷ ὑπηκόῳ, ὁ Θεὸς, τὴν σὴν παρουσίαν ἐν καρδίᾳ αὐτοῦ (83). Μὴ ἐπιλάθῃ ἐν τῇ ζωῇ σου πάσῃ τοῦ ἀθλητοῦ τοῦ μεγάλου ἐκείνου, ὃς ἐν ὅλοις δεκαοκτὼ ἔτεσιν οὐκ ἀκήκοε τοῖς ἔξωθεν ὠσὶ, παρὰ τοῦ ἐπιστάτου· Σωθείης· τοῖς δὲ ἔνδον καθ᾿ ἡμέραν ἤκουεν παρὰ τοῦ Κυρίου, οὐ, Σωθείης (τοῦτο γὰρ εὐκτικόν ἐστι καὶ ἄδηλον), ἀλλ᾿, Ἐσώθης, ὅπερ ὁριστικὸν καὶ βέβαιον καθέστηκεν. Ἔλαθον ἑαυτοὺς τῶν ὑπηκόων τινὲς τὸ εὐπειθὲς καὶ συγκαταβατικὸν τοῦ προεστῶτος αἰσθόμενοι· καὶ πρὸς τὰς ἑαυτῶν θελήσεις τὰς ἐπιτροπὰς αἰτούμενοι κομισάμενοι δὲ γινωσκέτωσαν ἐκπεπτωκέναι πάντη τοῦ τῆς ὁμολογίας στεφάνου· ὑπακοὴ γάρ ἐστιν ὑποκρίσεως καὶ ἐφέσεως οἰκείας ξενισμός. Ἔστιν ὁ ἐπιταγὴν κομισάμενος, καὶ τὸν σκοπὸν τοῦ ἐπιτάξαντος αἰσθόμενος μὴ ἡδέως τὴν τοῦ ἐπιταχθέντος περαίωσιν ἔχοντα ταύτην παραιτησάμενος· καὶ ἔστιν ὁ αἰσθόμενος καὶ ἀναμφιβόλως ὑπακούσας. Ζητητέον τίς αὐτῶν εὐσεβεστέρως ἐποίησε. Τῶν οὐκ ἐνδεχομένων ἐστὶ τῷ ἑαυτοῦ θελήματι τὸν διάβολον