Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/362

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
715716
S. JOANNIS CLIMACI

νος. Ὁ (71) ἑαυτὸν λεληθότως, μὴ τοῦ παλαίσματος ἀναχωρεῖν ἄχρις ὑστάτης ἀναπνοῆς, καὶ (72) χιλίων θανάτων, καὶ σώματος, καὶ ψυχῆς μὴ ὑποχωρεῖν, ἐν οὐδενὶ ῥᾳδίως τῶν τοιούτων πεσεῖται· (73) δισταγμὸς γὰρ καρδίας, καὶ ἀπιστία τόπων, τὰς προκόψεις ἀεὶ καὶ τὰς συμφορὰς ποιεῖν πέφυκεν. Οἱ εὐχερεῖς πρὸς μετάβασιν πάντη ἀδόκιμοι· οὐδὲν γὰρ οὕτως τὴν ἀκαρπίαν, ὡς ἀνυπομονησία ἐργάζεται. Εἰ μὲν ἐν (74) ἀγνώστῳ ἰατρῷ καὶ ἰατρείῳ κατήντησας, γίνου ὡς παριὼν, καὶ λεληθότως τὴν ἁπάντων πεῖραν τῶν αὐτόθι λαμβάνων. Ἐπὰν δὲ καὶ ἐκ τῶν τεχνιτῶν καὶ ὑπουργῶν ὠφελείας ἐν ταῖς σαῖς νόσοις αἰσθάνῃ, καὶ μάλιστα ἐν τῇ ὀγκώσει τῆς ψυχῆς τὸ ζητούμενον, τότε καὶ πρόσελθε λοιπὸν, καὶ πιπράσκου χρυσίῳ ταπεινώσεως, καὶ χάρτῃ ὑπακοῆς. καὶ γράμμασι διακονίας, καὶ μάρτυσιν ἀγγέλοις διαῤῥήστων ἐπὶ τούτων διάῤῥηξον τὸν τοῦ οἰκείου θελήματος χάρτην· περιιὼν γὰρ ἀνατρέπειν τὴν ὠνὴν πέφυκας, ᾗ σε λοιπὸν Χριστὸς ἐξωνήσατο. Μνῆμά σοι πρὸ μνήματος ὁ τόπος ἔστω. Οὐδεὶς γὰρ ἀπὸ μνήματος ἐξέρχεται ἄχρι τῆς κοινῆς ἀναστάσεως· εἰ δὲ καί τινες ἐξῆλθον, ὅρα ὅτι (76) ἀπέθανον· ὅπερ μὴ παθεῖν ἡμᾶς, τὸν Κύριον δυσωπήσωμεν.

Ὅτε μὲν (77) αἴσθονται βαρέα τὰ ἐπιτάγματα εἶναι οἱ ὀκνηρότεροι, τότε τὴν προσευχὴν μᾶλλον προκρίνειν ἐπιχειροῦσιν· ὅτε δὲ κουφότερα, ἐκ ταύτης ὡς ἀπὸ πυρὸς ἀποφεύγουσιν. Ἔστιν ὁ ἐγχείρημα μετερχόμενος διακονίας, καὶ πρὸς ἀνάπαυσιν ἄλλου ἀδελφοῦ αἰτηθεὶς τοῦτο καταλιμπάνων αὐτό· καὶ ἔστιν ὁ ἐξ ὀκνηρίας τοῦτο καταλιμπάνων· καὶ ἔστιν καὶ αὖθις ὁ ἐκ κενοδοξίας τοῦτο καταλιμπάνων· καὶ ἔστιν ὁ ἐκ προθυμίας. Εἰ συνηρπάγης ἐν ταῖς συνθήκαις, καὶ ἀπρόκοπον ὁρᾷς τὸ τῆς ψυχῆς ὄμμα, μὴ παραιτήσῃ τὴν διάταξιν. Πλὴν ὁ δόκιμος πανταχοῦ δόκιμος· ὥσπερ καὶ τὸ ἔμπαλιν. Λοιδορίαι κατὰ κόσμον πολλοὺς χωρισμοὺς πεποιήκασιν· γαστριμαργίαι δὲ ἐν συνοδίαις πάντα τὰ πτώματα καὶ τὰς ἀθετήσεις ἐργάζονται. Ἐὰν τῆς δεσποίνης (80) ἄρξῃς, πᾶν σοι κάθισμα προξενήσει ἀπάθειαν· ἐκείνης δὲ ἀρχούσης, ἐκτὸς μνήματος πανταχοῦ κινδυνεύσεις. Κύριος μὲν σοφοῖ τυφλοὺς τοὺς τῶν ὑπηκόων ὀφθαλμοὺς ἐν ταῖς τοῦ διδασκάλου ἀρεταῖς, ἐν δὲ ταῖς ἐλλείψεσι (81) σκοτοῖ· ὁ δὲ μισόκαλος τοὐναντίον Τύπος ἡμῖν, ὦ οὗτοι, ἀρίστης ὑποταγῆς ὁ λεγόμενος ὑδρώδης ἄργυρος ἔστω· ὑποκάτω γὰρ κυλινδούμενος