Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/364

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
719720
S. JOANNIS CLIMACI

ἀντιστῆναι καὶ πειθέτωσάν σε οἱ ἐν ἀμελείᾳ ζῶντες, καὶ ἐν ἑνὶ ἡσυχαστηρίῳ κεκαρτερηκότες, ἢ κοινοβίῳ Γενέσθω ἡμῖν ἡ ἐκ τῶν τόπων πολεμουμένη ἀναχώρησις τῆς ἡμετέρας ἐκεῖσε εὐαρεστήσεως ἀπόδειξις. Εἴπερ τὸ πολεμεῖσθαι, σημεῖον τοῦ (85) πολεμεῖν, οὐ γενήσομαι κρύπτης ἄδικος, καὶ πλεονέκτης ἀπάνθρωπος σιωπῶν ὑμῖν, ἃ σιγᾶσθαι μὴ θέμις. Ἰωάννης μοι ὁ πάνυ, ὁ Σαβαΐτης ἀξιάκουστα διηγήσατο πράγματα ὅτι δὲ ἀπαθὴς ὁ ἀνὴρ, καὶ παντὸς ψεύδους καὶ λόγου καὶ ἔργου πονηροῦ καθαρὸς, ἐκ τῆς αὐτοῦ πείρας ἐπίστασαι, ὅσιε. Οὗτός μοι διηγήσατο.

Ὅτιπερ ἐν τῇ μονῇ μου τῇ εἰς Ἀσίαν (ἐκεῖθεν γὰρ ὁ δίκαιος ὥρμητο), γέρων τις πάνυ ἀμελὴς καὶ (86) ἀκόλαστος· λέγω γὰρ μὴ κρίνων (87), ἵνα φανῶ ἀληθεύων οὗτος, οὐκ οἶδ᾿ ὅπως, ἐκτήσατο μαθητὴν νεώτερον, τῷ ὀνόματι Ἀκάκιον, ἁπλοῦντινα τῇ γνώμῃ, φρόνιμον δὲ τῷ λογισμῷ· ὃς τοσαῦτα παρὰ τοῦ τοιούτου γέροντος ὑπέμεινεν, ὅσα καὶ τοῖς πολλοῖς ἄπιστα ἴσως εἶναι δόξει. Οὐ μόνον γὰρ ὕβρεσι καὶ ἀτιμίαις αὐτὸν, ἀλλὰ καὶ πληγαῖς καθ᾿ ἡμέραν ἀνεβασάνιζεν. Ἦν ἡ ὑπομονὴ αὐτοῦ οὐκ ἄλογος. Ὁρῶν οὖν αὐτὸν ἐγὼ καθ᾿ ἡμέραν ὡς ὠνητὸν δοῦλον ἐσχάτως ταλαιπωροῦντα, ἐν ἀπαντήσει πολλάκις ἔλεγον πρὸς αὐτόν· Τί ἐστιν, ἀδελφὲ Ἀκάκιε; πῶς ἡ σήμερον; Καὶ εὐθὺς ἐκεῖνος, ποτὲ μὲν ὀφθαλμὸν πεπελιδνωμένον. ποτὲ δὲ τὸν τράχηλον, ἄλλοτε δὲ τὴν κεφαλὴν πεπληγμένην μοι ὑπεδείκνυε. Γινώσκων οὖν ἐγὼ, ὅτι ἐργάτης ἐστὶν, ἔλεγον αὐτῷ· Καλῶς, καλῶς, ὑπόμεινον, καὶ ὠφεληθήσῃ. Ποιήσας οὖν ὑπὸ τὸν γέροντα τὸν ἀνελεῆ ἐκεῖνον ἐννέα χρόνους ἐπορεύθη πρὸς Κύριον. Ταφέντος οὖν αὐτοῦ ἐν τῷ κοιμητηρίῳ τῶν Πατέρων, μετὰ πέντε ἡμέρας ἀπῆλθε πρός τινα γέροντα μέγαν τῶν αὐτόθι ὁ τοῦ Ἀκακίου ἐπιστάτης, καὶ λέγει αὐτῷ Πάτερ, ὁ ἀδελφὸς Ἀκάκιος ἀπέθανεν. Ὡς δὲ ἤκουσεν ὁ γέρων, λέγει τῷ εἰπόντι· Πίστευσον, γέρον, οὐ πείθομαι. Ὁ δέ φησιν· Ἔρχου καὶ ἴδε. Ἀνέστη ὁ γέρων τάχιστα, καὶ καταλαμβάνει τὸ κοιμητήριον σὺν τῷ ἐπιστάτῃ τοῦ μακαρίου πύκτου· καὶ βοᾷ ὡς ζῶντι πρὸς τὸν ἀληθῶς ἐν κοιμήσει ζῶντα, καὶ λέγει· Ἀδελφὲ Ἀκάκιε, ἀπέθανες; Ὁ δὲ εὐγνώμων ὑπήκοος, καὶ μετὰ θάνατον ὑπακοὴν ἐνδεικνύμενος, ἀπεκρίνατο πρὸς τὸν μέγαν· Πῶς, Πάτερ, ἀποθανεῖν δυνατὸν ἄνθρωπον ὑπακοῆς ἐργάτην; Τότε ὁ γέρων ὁ πρώην αὐτοῦ (88) ἐπιστάτης, ἔμφοβος γενόμενος, ἐπὶ πρόσωπον σὺν δάκρυσι ἔπεσε, καὶ αἰτησάμενος τὸν τῆς λαύρας