Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/361

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
713714
SCALA PARADISI.—GRADUS IV.

ἐκείνους μὲν διὰ τῆς σῆς ψευδεπιπλάστου σπουδῆς πλήξας· ἑαυτῷ δὲ ἐκ παντὸς τρόπου ὑψηλοφροσύνην προξενήσας. Γίνου (67) σπουδαῖος ψυχῇ, μηδόλως σώματι τοῦτο ἐμφαίνων, μὴ σχήματι, μὴ λόγῳ, μὴ αἰνίγματι· καὶ τοῦτο εἴπερ τοῦ ἐξουθενεῖν τὸν πλησίον πέπαυσαι. Εἰ δὲ πρόχειρος εἰς τοῦτο καθέστηκας, γίνου τοῖς ἀδελφοῖς σου ὅμοιος, καὶ μὴ τῇ οἰήσει ἀνόμοιος. Εἶδον ἀδόκιμον μαθητὴν ἐπὶ τοῖς τοῦ διδασκάλου κατορθώμασιν ἐπί τινων ἀνθρώπων καυχώμενον, καὶ μέντοι δοκῶν δόξαν ἑαυτῷ ἐκ τοῦ ἀλλοτρίου σίτου περιποιήσασθαι, ἀτιμίαν μᾶλλον ἑαυτῷ προεξένησε, (68) πάντων πρὸς αὐτὸν εἰρηκότων· Καὶ πῶς δένδρον καλὸν, κλάδον ἄκαρπον ἤνεγκεν; Οὐχ ὅτε τὸν τοῦ πατρὸς μυκτηρισμὸν γενναίως ὑπενέγκωμεν, ὑπομονητικοὶ κρινόμεθα, ἀλλ᾿ ὅταν παρὰ παντὸς ἀνθρώπου καταφρονώμεθα καὶ πλησσώμεθα· τὸν γὰρ πατέρα καὶ αἰδούμενοι καὶ χρεωστοῦντες βαστάζομεν. Πίνε προθύμως μυκτηρισμὸν ὡς ὕδωρ ζωῆς παρὰ παντὸς ἀνθρώπου, ποτίζειν σε τὸ καθαρτήριον τῆς λαγνείας ζητοῦντος· τότε γὰρ ἀνατελεῖ ἁγνεία βαθεῖα ἐν τῇ ψυχῇ σου, καὶ φῶς Θεοῦ οὐκ ἐκλείψει ἐκ τῆς καρδίας σου. Μηδεὶς ὑφ᾿ ἑαυτοῦ ἀναπαυόμενον ὁρῶν σύλλογον ἀδελφότητος, ἐν τῇ διανοίᾳ καυχάσθω. Οἱ γὰρ κλέπται πέριξ. Μνημονεύων μνημόνευε τοῦ λέγοντος· Ὅταν πάντα ποιήσητε τὰ προστεταγμένα, λέγετε, ὅτι Ἀχρεῖοι δοῦλοί ἐσμεν, ὅτι ὃ ὠφείλομεν ποιῆσαι, πεποιήκαμεν Τὸ κρῖμα τῶν κόπων ἐν καιρῷ ἐξόδου γνωσόμεθα. Κοινόβιόν ἐστιν ἐπίγειος οὐρανός· διὸ ὡς Κυρίῳ λειτουργοῦντες ἄγγελοι, οὕτω πείσωμεν διακεῖσθαι τὴν καρδίαν ἡμῶν. Ποτὲ μὲν οἱ ἐν τῷ οὐρανῷ τούτῳ ὄντες τῇ καρδίᾳ ὡς λιθώδεις διάκεινται· ποτὲ δὲ πάλιν διὰ τῆς κατανύξεως παρακαλοῦνται, ἵνα καὶ τὴν οἴησιν ἐκφύγωσι, καὶ τοὺς κόπους διὰ τῶν δακρύων παραμυθήσονται. Μικρὸν πῦρ κηρὸν πολὺν κατεμάλαξε, καὶ μικρὰ ἀτιμία πολλάκις ἐπισυμβᾶσα, ἅπασαν τὴν τῆς καρδίας ἀγριότητα καὶ ἀναισθησίαν καὶ πώρωσιν αἰφνιδίως κατεμάλαξε, καὶ κατεγλύκανε, καὶ ἐξήλειψεν. Εἶδόν ποτε δύο λεληθότως παρακαθημένους, καὶ τοὺς τῶν ἀγωνιζομένων στεναγμοὺς καὶ καμάτους ἐπιτηροῦντας, καὶ προσακροωμένους· ἀλλ᾿ ὁ μὲν, ἵνα ζηλώσῃ, ὁ δὲ ἵνα καιροῦ καλοῦντος, ὀνειδιστικῶς ταῦτα θριαμβεύσῃ, καὶ τὸν τοῦ Θεοῦ ἐργάτην τῆς καλῆς ἐργασίας ἀνακόψῃ. Μὴ γίνου ἄλογος (69) σιωπητικὸς, ἑτέροις ταραχὴν καὶ πικρίαν προξενῶν, μηδὲ νωθρὸς τῷ ἤθει καὶ τῷ βήματι σπουδάζειν ἐπιτρεπόμενος· εἰ δὲ μὴ, τῶν μαινομένων καὶ ταραχωδῶν χείρων καθέστηκας. Ἑώρακα τοιαῦτα, καθώς φησιν ὁ Ἰὼβ, πολλάκις ἤθους νωθρότητι, ἔστι δ᾿ ὅτε καὶ ἐπιτηδειότητι ψυχὰς ὀδυνηθείσας· καὶ ἐθαύμασα πῶς ποικίλη ἡ κακία. Ὁ ἐν τῷ μέσῳ, οὐ τοσοῦτον ἐκ τῆς ψαλμῳδίας, ὅσον ἐκ τῆς εὐχῆς κερδαίνειν δύναται· ἡ γὰρ σύγχυσις, ψαλμοῦ διάλυσις. Πάλαιε ἐννοίᾳ ἀδιαλείπτως, ταύτην ῥεμβομένην ἐπισυνάγων πρὸς ἑαυτόν. Οὐ γὰρ ἀρέμβαστον ὁ Θεὸς τοὺς ὑπηκόους ἀπαιτεῖ προσευχήν· μὴ ἀθύμει κλεπτόμενος· ἀλλ᾿ ἀθύμει, τὸν νοῦν ἀεὶ ἀνακαλούμε-