Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/360

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
711712
S. JOANNIS CLIMACI

τοῦ τῷ Κυρίῳ σε προσενέγκαντος, οὐκ αἰδεσθήσῃ γὰρ ὡς αὐτὸν ἐν τῇ ζωῇ σού τινα. Οὐκ ἀσφαλὲς τῷ ἀπείρῳ ἐκ τοῦ πλήθους τῶν στρατιωτῶν, πρὸς μονομαχίαν ἑαυτὸν ἀποχωρίσαι, καὶ οὐκ ἀκίνδυνον τῷ μοναχῷ πρὸ πείρας καὶ γυμνασίας πολλῆς τῶν ψυχικῶν παθῶν ἐπὶ τὴν ἡσυχίαν χωρῆσαι. Πέφυκε ὁ γὰρ μὲν σωματικῶς, ὁ δὲ ψυχικῶς κινδυνεύειν· Ἀγαθοὶ φησὶν ἡ Γραφὴ, οἱ δύο ὑπὲρ τὸν ἕνα· τοῦτ᾿ ἔστιν, ἀγαθὸν υἱῷ μετὰ πατρὸς δι᾿ ἐνεργείας θείου Πνεύματος πρὸς τὰς προλήψεις ἀγωνίζεσθαι. Ὁ ἀποστερῶν τυφλὸν ὁδηγοῦ, καὶ ποίμνην ποιμένος,τὸν πελαζόμενον χειραγωγοῦ, τὸν νήπιον τοῦ ἑαυτοῦ πατρὸς, τοῦ ἰατροῦ τὸν νοσοῦντα, τὸ πλοῖον τοῦ κυβερνήτου, ἀμφοτέροις κίνδυνον προξενεῖ. Ὁ δὲ ἀβοηθήτως πνεύμασι προσπαλαίειν ἐπιχειρῶν, θανατοῦται ὑπ᾿ αὐτῶν. Οἱ μὲν ἐν ἰατρείῳ ἐν ἀρχαῖς παραγενόμενοι, τὰς ὀδύνας τὰς ἑαυτῶν σημειούσθωσαν· οἱ δὲ ἐν ὑποταγῇ τὴν προσοῦσαν αὐτοῖς ταπείνωσιν· τοῖς μὲν γὰρ ὁ τῶν ὀδυνῶν κουφισμὸς, τοῖς δὲ ἡ τῆς ἑαυτῶν καταγνώσεως προσθήκη σημεῖον ἀπλανὲς τῆς ὑγείας, ὡς οὐχ ἕτερόν τι φανήσεται. Τὸ συνειδός σοι (63) ἔσοπτρον τῆς ὑποταγῆς ἔστω, καὶ ἀρκετόν ἐστιν.

Οἱ μὲν καθ᾿ ἡσυχίαν πατρὶ ὑποτασσόμενοι, δαίμονας, καὶ μόνον τοὺς ἀντιπράττοντας κέκτηνται· οἱ δὲ ἐν συνοδίᾳ ὑπάρχοντες δαίμοσι καὶ ἀνθρώποις ὁμοῦ προσπαλαίουσι. Καὶ οἱ μὲν πρότεροι διὰ τῆς διηνεκοῦς τοῦ διδασκάλου θέας ἀκριβεστέρας τὰς παρ᾿ αὐτοῦ φυλάττουσιν ἐντολάς. Οἱ δὲ δεύτεροι πολλάκις διὰ τῆς ἀπουσίας αὐτοῦ μικρὸν ταύτας παρατιτρώσκουσι. Πλὴν ἐὰν σπουδαῖοί τινες καὶ φιλόπονοι γίνωνται, διὰ τῆς τῶν προσκρούσεων ὑπομονῆς ὑπεραναπληροῦσι τὴν ἔλλειψιν καὶ διπλοῦς τοὺς στεφάνους κομίζονται. Πάσῃ (64) φυλακῇ τηροῦντες ἑαυτοὺς τηρήσωμεν. Λιμὴν γὰρ πλοίων ἀνάπλεως εὐχερῶς ταῦτα συντρίβειν πέφυκεν, καὶ μάλιστα τὰ ὑπὸ θυμοῦ, ὥσπερ ὑπὸ σκώληκός τινος τετριμμένα λεληθότως· σιωπὴν ἐσχάτην καὶ ἄγνοιαν ἐπὶ τοῦ προεστῶτος ἀσκήσωμεν· ἀνὴρ γὰρ σιωπηλὸς φιλοσοφίας υἱὸς γνῶσιν πολλὴν πάντοτε κτώμενος. Εἶδον ὑποτακτικὸν τὴν διήγησιν ἐκ στόματος τοῦ προεστῶτος ἁρπάσαντα, καὶ τὴν ἐκείνου ὑποταγὴν ἀπέγνωκα, ὑπερηφανίαν καὶ οὐ ταπείνωσιν βλέπων αὐτὸν ἐκ ταύτης προσλαμβανόμενον. Πάσῃ νήψει νήψωμεν, καὶ τηρήσει τηρήσωμεν, καὶ φυλακῇ φυλαξώμεθα, πότε καὶ πῶς ἡ διακονία τῆς προσευχῆς ὀφείλει προκρίνεσθαι. Οὐ γὰρ πάντοτε πάντως· πρόσεχε σεαυτῷ τοῖς ἀδελφοῖς σου παρὼν, καὶ μὴ σπεῦδε δικαιότερος αὐτῶν φαίνεσθαι τὸ παράπαν ἔν τινι. Δύο γὰρ ἐργάσῃ κακὰ,