Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/359

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
709710
SCALA PARADISI.—GRADUS IV.

νενευκὼς, καὶ εἰ δυνατὸν, τοὺς τοῦ κριτοῦ καὶ ἰατροῦ πόδας, ὡς τοῦ Χριστοῦ, δάκρυσι βρέχων. Ἔθος πολλάκις τοῖς δαίμοσιν, ἢ μὴ ἐξομολογεῖσθαι ἡμᾶς ὑποβάλλειν· ἢ ὡς ἐκ προσώπου ἑτέρου τοῦτο ποιεῖν· ἢ τινὰς ἐπὶ τῇ ἑαυτῶν ἁμαρτίᾳ καταμέμφεσθαι ὡς αἰτίους.

Εἰ πάντα (60) συνηθείᾳ ἤρτηνται, καὶ ἐπακολουθοῦσι, πολλῷ πλέον πάντως τὰ ἀγαθὰ, ὡς μέγαν συνεργὸν ἔχοντα τὸν Θεόν. Οὐ κοπιάσεις, υἱὲ, ἐν πολλοῖς ἔτεσιν εὑρεῖν ἐν σοὶ τὴν μακαρίαν ἀνάπαυσιν, ἐὰν ἐν ἀρχαῖς ὁλοψύχως ἑαυτὸν ἀτιμίαις ἐκδώσῃς. Μὴ ἀπαξιώσῃς ὡς (61) Θεῷ τῷ βοηθῷ ἐν καταβεβλημένῳ ἤθει τὴν ἐξομολογίαν ποιήσασθαι. Εἶδον γὰρ καταδίκους ἐλεεινοτάτῳ ἤθει, καὶ σφοδροτέρᾳ ἐξομολογήσει, καὶ ἱκεσίᾳ ἀποτομίαν δικαστοῦ μαλάξαντας, καὶ τὸν θυμὸν αὐτοῦ εἰς εὐσπλαγχνίαν μεταμορφώσαντας. Διὰ τοῦτο καὶ Ἰωάννης ὁ πρόδρομος τὴν ἐξομολόγησιν πρὸ τοῦ βαπτίσματος ἐπεζήτει παρὰ τῶν προσερχομένων, οὐκ αὐτὸς ταύτης δεόμενος, ἀλλὰ τὴν τῶν προσερχομένων σωτηρίαν πραγματευόμενος. Μὴ θαμβηθῶμεν καὶ μετ᾿ ἐξομολόγησιν πολεμούμενοι· ἄμεινον γὰρ μολυσμοῖς, καὶ μὴ οἰήσει παλαίειν. Μὴ πρόστρεχε, μηδὲ συνεπαίρου ἐπὶ διηγήμασιν ἡσυχαστῶν, καὶ ἀναχωρητῶν πατέρων· τῇ γὰρ τοῦ πρωτομάρτυρος στρατείᾳ βαδίζων ὑπάρχεις· μηδὲ (62) πίπτων ὑποχώρει τοῦ σκάμματος. Τότε γὰρ μάλιστα ἰατροῦ πολλῷ πλέον δεόμεθα. Ὁ μετὰ βοηθείας εἰς λίθον τὸν πόδα προσκόψας, ὁ ἐκτὸς βοηθείας ὑπάρχων, πάντως οὐ προσκόπτειν μόνον, ἀλλ᾿ ἀποθνήσκειν ἤμελλεν. Ὅταν κατενεχθῶμεν, θᾶττον οἱ δαίμονες ἐπιστάντες ἀφορμοῖς εὐλόγου, μᾶλλον δὲ ἀλόγου δραξάμενοι τὴν ἡσυχίαν ἡμῖν ὑποτίθενται· σκοποῖς δὲ τοῖς ἐχθροῖς ἡμῶν τραῦμα ἐπὶ πτώματι προσθεῖναι ἐφ᾿ ἡμᾶς ὅταν ὁ ἰατρὸς ἀδυναμίαν προβάλληται, τότε ἀνάγκη ἐφ᾿ ἕτερον πορεύεσθαι· χωρὶς γὰρ ἰατροῦ σπάνιοι οἱ θεραπευόμενοι. Τίς ἄρα ὁ δοκῶν ἀντιλέγειν ἡμῖν ὁρίζουσιν; Ὅτι πᾶσα ναῦς κυβερνήτην ἔμπειρον κεκτημένη, καὶ ναυαγίῳ περιπεσοῦσα, ἐκτὸς κυβερνήτου, πάντως ἀπόλλυσθαι ἤμελλεν. Ἐξ ὑπακοῆς ταπείνωσις, ἐκ ταπεινώσεως ἀπάθεια. Εἴπερ ἐν τῇ ταπεινώσει ἡμῶν ἐμνήσθη ἡμῶν ὁ Κύριος, καὶ ἐλυτρώσατο ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν, οὐκ οὐδὲν τὸ κωλῦον εἰπεῖν, ὅτι ἐξ ὑπακοῆς ἀπάθεια, δι᾿ ἧς τὸ τέλος τῆς ταπεινώσεως γίνεται· ἄρχεται μὲν γὰρ ἐκείνης αὕτη, ὡς Μωϋσῆς νόμου· τελειοῖ δὲ ἡ θυγάτηρ τὴν μητέρα, ὡς Μαρία τὴν συναγωγήν. Τιμωρίας ἁπάσης ἄξιοι παρὰ Θεῷ οἱ νοσοῦντες, καὶ μετὰ τὴν τοῦ ἰατροῦ πεῖραν, καὶ τὴν ἐξ αὐτοῦ ὠφέλειαν τοῦτον ἐφ᾿ ἑτέρου προκρίσει καταλιμπάνοντες πρὸ τελείας ἰάσεως. Μὴ φεῦγε χεῖρας