Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/357

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
705706
SCALA PARADISI.—GRADUS IV.

νήσατο. Εἰ δέ τις τοῦτον μετὰ πόνου, ἢ καὶ ἀπόνως κατεδέξατο, ταχέως τῆς τῶν ἑαυτοῦ πταισμάτων ἀφέσεως τεύξεται· Θεῷ νοερῶς πρὸς τὸν σὸν πατέρα πίστιν, καὶ ἀγάπην εἰλικρινῶς ὑποδείκνυε, κἀκεῖνος ἀγνώστως τοῦτον λοιπὸν πληροφορήσει κατὰ τὴν σὴν πρὸς αὐτὸν διάθεσιν προστεθῆναι, καὶ οἰκειωθῆναί σοι. Ὁ πάντα ὄφιν στηλιτεύων πίστιν ἐναργῆ ἔδειξεν. Ὁ δὲ ἀποκρύπτων, εἰς ἀνοδίας ἔτι πεπλάνηται. Τότε τὴν ἑαυτοῦ φιλαδελφίαν, καὶ κυρίως ἀγάπην ἐπιγνώσεταί τις, ὅταν ἑαυτὸν πενθοῦντα ἐπὶ τοῖς τοῦ ἀδελφοῦ σφάλμασιν ὄψεται· καὶ ὅταν ἀγαλλόμενον (55) ἐπὶ ταῖς ἐκείνου προκοπαῖς, καὶ χαρίσμασιν. Ὁ ἐν διαλέξει (56) τὸν ἑαυτοῦ λόγον, κἂν ἀληθῆ λέγει, συστῆσαι θέλων καὶ βουλόμενος [στῆσαι βουλόμενος], γινωσκέτω τὸν τοῦ διαβόλου νόσον νοσεῖν. Καὶ εἰ μὲν ἐν τῇ πρὸς τοὺς ἴσους συλλαλιᾷ τοῦτο ἐργάζεται, ἴσως ἔστιν αὐτὸν ἰαθῆναι ἐκ τῆς τῶν μειζόνων ἐπιτιμίας. Εἰ δὲ καὶ πρὸς τοὺς μείζονας ἢ σοφωτέρους οὕτως διάκειται· παρὰ ἀνθρώπων τοῦτο ἀνίατον. Ὁ λόγῳ (57) μὴ ὑποβεβηκὼς, δῆλον ὅτι οὐδὲ ἔργῳ. Ὁ γὰρ ἐν ὀλίγῳ ἄπιστος, καὶ ἐν ἔργῳ ἄκλιτός ἐστι, μάτην κοπιῶν, καὶ τῆς ὁσίας ὑποταγῆς οὐδὲν, εἰ κρῖμα ἑαυτῷ, κομιζόμενος. Εἴ τις τὸ ἑαυτοῦ συνειδὸς καθαρὸν εἰς ἄκρον εἰς τὴν παρὰ τοῦ πατρὸς ὑποταγὴν ἐκτήσατο· οὗτος λοιπὸν τὸν θάνατον ὥσπερ ὕπνον, μᾶλλον δὲ ζωὴν, καθ᾿ ἡμέραν ἐκδεχόμενος οὐ πτοεῖται· γινώσκων ἐν βεβαίῳ, ὡς οὐκ αὐτὸς ἐν καιρῷ τοῦ χωρισμοῦ, ἀλλὰ προεστὼς λογοθετηθήσεται. Εἴ τις ἐν Κυρίῳ ἀβιάστως ἐκ τοῦ πατρὸς ἐγχείρημα διακονίας εἰληφὼς, ἀδόκητόν τι πέπονθεν ἐν αὐτῇ πρόσκομμα, μὴ τῷ δεδωκότι τὸ ὅπλον, ἀλλὰ τῷ δεξαμένῳ τὴν αἰτίαν ἐπιγράφοιτο. Εἴληφεν γὰρ ὅπλον πρὸς μάχην ἐχθροῦ, προσήνεγκε δὲ αὐτὸ τῇ ἑαυτοῦ καρδίᾳ. Εἰ δὲ βεβίασται [βεβίακεν]ἑαυτὸν διὰ Κύριον, καὶ τὴν ἑαυτοῦ ἀσθένειαν τῷ διδόντι προεῖπεν, θαρσείτω· κἂν γὰρ πέπτωκεν (58), οὐκ ἀπέθανε. Λέληθα ὑμῖν, ὦ φίλοι, καὶ τοῦτον παραθεῖναι τὸν ἡδὺν τῆς ἀρετῆς ἄρτον, ὡς ἑώρακα [ἐκεῖ]ἐν Κυρίῳ ὑπηκόους ταῖς ὕβρεσιν ἑαυτοὺς ἐκτρίβοντας κατὰ Θεὸν ἀτιμάζοντας, ἵνα ἐπὶ ταῖς ἔξωθεν προσφερομέναις αὐτοῖς προπαρασκευασμένοι τυγχάνωσιν ἐπ᾿ ἀτιμίαις μὴ πτύρεσθαι· ψυχὴ ἐξαγόρευσιν ἐννοουμένη, ὡς ὑπὸ χαλινοῦ, ὑπὸ ταύτης κατέχεται, μὴ ἁμαρτάνειν. Τὰ γὰρ ἀνεξαγόρευτα ὡς ἐν σκότει ἀδεῶς λοιπὸν πράττομεν. Ὅταν τοῦ προεστῶτος ἀπόντος, τὸ αὐτοῦ πρόσωπον ἐξεικονίζοντες, τοῦτον παρίστασθαι ἡμῖν νομίζωμεν, καὶ πᾶσαν συντυχίαν, ἢ λόγον, ἢ βρῶσιν, ἢ ὕπνον, ἢ ἄλλο τι πρὸς ὃ ὑπειλήφαμεν ἀηδῶς αὐτὸν ἔχειν ἐν ἡμῖν ἀποστρεφώμεθα· τότε ἀληθῶς ἐγνώκαμεν ὑπακοὴν ἀνόθευτον. Οἱ μὲν νόθοι τῶν παίδων χαρὰν τὴν τοῦ διδασκάλου ἀπουσίαν· οἱ δὲ γνήσιοι ζημίαν ταύτην λογίζονται.

Ἠρώτησά ποτέ τινα τῶν δοκιμωτάτων δυσωπῶν, πῶς ἡ ὑπακοὴ τὴν ταπεινοσύνην κέκτηται· ὁ δέ φησι· «Κἂν νεκροὺς ὁ εὐγνώμων ὑπήκοος ἀναστή-