Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/358

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
707708
S. JOANNIS CLIMACI

σῃ· κἂν δάκρυον κτήσηται κἂν ἀπαλλαγὴν πολέμων, λογίζεται πάντως, ὅτι ἡ τοῦ πνευματικοῦ πατρὸς εὐχὴ τοῦτο ἐποίησε· καὶ μένει αὐτὸς ἐκ τῆς ματαίας οἰκήσεως ξένος, καὶ ἀλλότριος·» Πῶς γὰρ ἂν καὶ ὑψωθήσεται ἐπ᾿ ἐκεῖνο, ὃ ἐξ ἑτέρας βοηθείας λέγει [λέγοι], πεποιηκέναι, καὶ οὐκ ἐκ τῆς αὐτοῦ σπουδῆς· οὐκ οἶδεν ἡσυχαστὴς τὴν τῶν προειρημένων ἐργασίαν· τὰ δίκαια γὰρ πρὸς αὐτὸν ἡ οἴησις κέκτηται ἰδίᾳ σπουδῇ τὰ κατορθώματα αὐτῷ ὑποβάλλουσα ἐπιτελεῖν. Δύο νενικηκὼς ὁ ὢν ἐν ὑποταγῇ δόλους, μένει λοιπὸν δοῦλος Χριστοῦ αἰώνιος ὑπήκοος· πυκτεύει ὁ δαίμων τοὺς ὑπηκόους, ποτὲ μὲν μολυσμοῖς μολύνειν, καὶ σκληροκαρδίους ἐργάζεσθαι, τούτους ταραχώδεις παρὰ συνήθειαν γίνεσθαι ἐκμοχλεύων (59), ποτὲ δὲ ξηρούς τινας, καὶ ἀκάρπους, καὶ περὶ τὴν προσευχὴν ὀκνηροτέρους, ὑπνώδεις τε καὶ ἐσκοτισμένους, ἵν᾿ ὡς μηδὲν ἐκ τῆς ὑποταγῆς ὠφεληθέντας, ἀλλὰ καὶ κατόπιν βαδίσαντας, τῆς ἀθλήσεως ἀποσπάσῃ. Οὐ γὰρ συγχωρεῖ αὐτοῖς ἐννοεῖν, ὅτι πολλάκις ἡ τῶν δοκούντων ἐν ἡμῖν ἀγαθῶν οἰκονομικὴ ἀφαίρεσις βαθυτάτης ταπεινοφροσύνης γίνεται πρόξενος. Ἀπεκρούσθη δι᾿ ὑπομονῆς πολλάκις παρά τισιν ὁ προλεχθεὶς ἀπατεών. Εἶτα ἔτι τούτου λαλοῦντος, ἕτερος ἄγγελος παραστὰς μετ᾿ ὀλίγον ἑτέρῳ τρόπῳ ἀπατᾷν ἡμᾶς δοκιμάζει. Εἶδον ὑπηκόους εὐκατανύκτους, προσηνεῖς, ἐγκρατεῖς,σπουδαίους, ἀπολεμήτους, θερμοὺς ἐκ τῆς τοῦ πατρὸς σκέπης γεγονότας· οἷς οἱ δαίμονες ἐπιστάντες δυνατοὺς εἶναι λοιπὸν πρὸς ἡσυχίαν ὑπέσπειραν, ὡς πρὸς τέλειον λοιπὸν ἔπαθλον, καὶ πρὸς ἀπάθειαν δι᾿ ἐκείνης καταντῆσαι ἰσχύοντας· καὶ μέντοι ἀπατηθέντες τοῦ λιμένος ἐπὶ τὸ πέλαγος χωρήσαντες, ζάλης αὐτῆς καταλαβούσης, κυβερνητῶν μὴ εὐπορήσαντες, ἐλεεινῶς ὑπὸ τῆς θαλάσσης ταύτης τῆς ῥυπερᾶς καὶ ἁλμυρᾶς ἐκινδύνευσαν· ἀνάγκη τὴν θάλασσαν ταραχθῆναι καὶ ἀγριωθῆναι, ἵνα τότε τὴν ὕλην, ἥνπερ οἱ ποταμοὶ τῶν παθῶν, καὶ τὸν χόρτον, καὶ πᾶσαν σαπρίαν ἐν αὐτῇ κατήγαγον, δι᾿ αὐτῶν πάλιν ἐν τῇ γῇ ἀποῤῥίψηται· ἐπισκεψώμεθα, καὶ εὑρήσομεν μετὰ τὴν ἐν τῇ θαλάσσῃ ζάλην βαθείαν γινομένην γαλήνην. Ὅ ποτε μὲν ὑπακούων, ποτὲ δὲ παρακούων τοῦ πατρὸς, ὅμοιός ἐστι ἀνδρὶ τῷ ποτε μὲν κολλούριον, ποτὲ δὲ ἄσβεστον τῷ ἑαυτοῦ ὀφθαλμῷ προσάγοντι. Εἷς γὰρ, φησὶν, οἰκοδομῶν, καὶ εἶς καταλύων, τί ὠφέλησεν, ἀλλ᾿ ἢ κόπους; Μὴ ἀπατῶ, ὦ υἱὲ ὑπάκοε Κυρίου, πνεύματι οἰήσεως, καὶ ὡς ἐξ ἑτέρου δῆθεν προσώπου τὰ σὰ πλημμελήματα τῷ διδασκάλῳ ἀπάγγελε. Οὐ γάρ ἐστιν ἐκτὸς αἰσχύνης, αἰσχύνης ἀπαλλαγῆναι. Γύμνου σὸν μώλωπα τῷ ἰατρῷ· εἰπὲ, καὶ μὴ αἰσχυνθῇς. Ἐμὸν τὸ τραῦμα, πάτερ· ἐμὴ ἡ πληγή· ἐξ οἰκείας ῥᾳθυμίας, καὶ οὐκ ἐξ ἑτέρου προσγενομένη· οὐδεὶς ταύτης αἴτιος· οὐκ ἄνθρωπος, οὐ πνεῦμα, οὐ σῶμα, οὔ τι ἕτερον, ἀλλ᾿ ἡ ἐμὴ ἀμέλεια. Γίνου καὶ τῷ εἴδει καὶ τῷ λογισμῶ ὡς κατάδικος ἐπὶ τῇ ἐξομολογήσει· εἰς γῆν