Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/356

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

πυλῶνι τῆς μονῆς ἑβδοματιαῖον χρόνον δυσωπῶν εἰσόδου, καὶ συγχωρήσεως τυχεῖν· ὡς δὲ τοῦτο ἔμαθεν ὁ φιλόψυχος, περιεργασάμενος αὐτὸν, μηδὲν βεβρωκέναι ἐν ταῖς ἓξ ἡμέραις τὸ παράπαν, δηλοῖ αὐτῷ. Εἰ ὅλως ἐν τῇ μονῇ τὴν οἴκησιν ποιήσασθαι βούλει, ἐν τῇ (49) τῶν μετανοούντων τάξει σε κατάξω. Ὡς δὲ ἀσμένως τοῦτο ἐδέξατο μετανοῶν, ἐκέλευσεν αὐτὸν ὁ ποιμὴν ἐν τῇ μονῇ τῇ ἰδιαζούσῃ τῶν ἐπὶ πτώμασι πενθούντων ἐπενεχθῆναι, ὅπερ καὶ γέγονεν. Ἐπεὶ δὲ τῆς εἰρημένης ἐμνήσθημεν μονῆς, διὰ βραχέων περὶαὐτῆς εἴπωμεν. Τόπος μὲν ἦν ἀπὸ σημείου ἑνὸς τῆς μεγάλης μονῆς, φυλακὴ λεγομένη, ἀπαράκλητος· οὐκ ἦν ἐκεῖσε πώποτε καπνὸν ὀφθῆναι, οὐκ οἶνον, οὐκ ἔλαιον εἰς βρῶσιν, οὐχ ἕτερόν τι ἄλλο, ἢ ἄρτον, καὶ λεπτὰ λάχανα. Ἐν τούτῳ τοὺς μετὰ τὴν κλῆσιν συμποδιζομένους ἀπροΐτους κατέκλειεν· οὐχ ἅμα, ἀλλ᾿ ἰδίᾳ, καὶ χωρὶς, ἢ καὶ δύο τὸ πολὺ, ἕως οὗ ὁ κύριος αὐτὸν περὶ ἑκάστου ἐπληροφόρει· κατέστησε δὲ αὐτοῖς, καὶ τοποποιὸν μέγαν Ἰσαὰκ ὀνόματι, ὃς ἀπῄτει τὴν προσευχὴν ἀδιάλειπτον σχεδὸν τοὺς αὐτῷ παραδιδομένους· εἶχον δὲ καὶ θαλλοὺς πλείστους εἰς ἀκηδίας ἐμπόδιον.

Οὗτος ὁ βίος, αὕτη ἡ κατάστασις· αὕτη ἡ διαγωγὴ τῶν ὄντως ζητούντων τὸ πρόσωπον τοῦ Θεοῦ Ἰακώβ· τὸ μὲν θαυμάζειν τοὺς ἁγίων πόνους καλόν· τὸ δὲ ζηλοῦν σωτηρίας πρόξενον· τὸ δὲ ὑφ᾿ (50) ἓν τὴν ἐκείνων μιμεῖσθαι θέλειν πολιτείαν, ἄλογον καὶ ἀμήχανον. Δακνόμενοι μὲν ἐπὶ τοῖς ἐλέγχοις τῶν ἡμετέρων ἁμαρτημάτων μνημονεύσωμεν, ἄχρις οὗ ὁ Κύριος τὴν βίαν ἡμῶν (51) τῶν βιαστῶν αὐτοῦ ὁρῶν [ἁμαρτίας] ταύτας ἐξαλείψει, καὶ τὴν δάκνουσαν ἡμᾶς ἐν τῇ καρδίᾳ ὀδύνην εἰς χαρὰν μεταποιήσει. Κατὰ γὰρ τὸ πλῆθος τῶν ὀδυνῶν μου, ἐν τῇ καρδίᾳ μου, φησὶν (κατὰ τοσοῦτον), αἱ παρακλήσεις σου εὔφραναν τὴν ψυχήν μου. Ἐν τῷ ἰδίω καιρῷ μὴ ἐπιλαθώμεθα τοῦ λέγοντος πρὸς Κύριον· Ὅσας ἔδειξάς μοι θλίψεις πολλὰς, καὶ κακὰς, καὶ ἐπιστρέψας ἐζωοποίησάς με, καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς μετὰ τὸ πεσεῖν πάλιν ἀνήγαγές με (52). Μακάριος ὃς διὰ Θεὸν καθ᾿ ἡμέρας λοιδορούμενος, καὶ ἐξουδενούμενος ἑαυτὸν ἐβιάσατο. Μετὰ μαρτύρων χορεύσει οὗτος, καὶ μετὰ ἀγγέλων παῤῥησιάσεται (53). Μακάριος μοναχὸς, ὃς πάσης ἀτιμίας καὶ ἐξουδενώσεως ἑαυτὸν ἄξιον καθ᾿ ὥραν λογίζεται· μακάριος ὃς τὸ ἑαυτοῦ θέλημα εἰς τέλος ἐνέκρωσε, καὶ τῷ ἐν κυρίῳ διδασκάλῳ τὴν ἑαυτοῦ ἐκδέδωκεν ἐπιμέλειαν· ἐκ δεξιῶν (54) γὰρ τοῦ σταυρωθέντος σταθήσεται. Εἴ τις ἔλεγχον δίκαιον, ἢ ἄδικον ἐξ ἑαυτοῦ ἀπεῤῥίψατο, οὗτος τὴν ἑαυτοῦ σωτηρίαν ἠρ-