Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/355

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
701702
SCALA PARADISI.—GRADUS IV.

εἴργων]· καὶ πᾶσαν ἀγάπην, καὶ συμπάθειαν πρὸς τὸν πλησίον ἀπλανῶς ἐμφανίζοντα. Γνώσονται πάντες ἀληθῶς ἐν τούτῳ, ὦ προσφιλέστατε πάτερ, ὅτι Χριστοῦ μαθητὴς ὑπάρχεις τότε, ἐὰν ἐν συνοδίᾳ ἀγάπην ἔχωμεν ἐν ἀλλήλοις. Δεῦρο, δεῦρο, πάλιν ἔλεγεν ὁ καλὸς φίλος, δεῦρο, συναυλίσθητι. Πίε [πίνε] μυκτηρισμὸν καθ᾿ ὥραν, ὥσπερ ὕδωρ ζῶν, ἐπειδὴ πάντα τὰ τερπνὰ ὑπὸ τὸν οὐρανὸν ὁ Δαβὶδ ἐξερευνήσας, ἔσχατον πάντων διαπορῶν ἔλεγεν. Ἰδοὺ δὴ τί καλὸν, καὶ τί τερπνόν; οὐδὲν ἄλλο ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐυό. Εἰ δὲ οὔπω τοῦ ἀγαθοῦ τῆς τοιαύτης ὑπομονῆς καὶ ὑπακοῆς ἠξιώθημεν, καλὸν λοιπὸν κἂν τὴν οἰκείαν ἀσθένειαν ἐπεγνωκότας, κατὰ μόνας πόῤῥω τοῦ ἀθλητικοῦ σταδίου ἱσταμένους τοὺς ἀθλοῦντας μακαρίζειν, καὶ τούτοις ὑπομονὴν εὔχεσθαι. Ἡττήθην (44) ἐγὼ καλῷ πατρὶ, καὶ διδασκάλῳ ἀρίστῳ εὐαγγελικῶς ἡμῖν καὶ προφητικῶς μαχησαμένῳ· μᾶλλον δὲ φιλικῶς, καὶ τὰ πρεσβεῖα [βραβεῖα] τῇ μακαρίᾳ ὑπακοῇ δοῦναι ἀναμφιβόλως τεθελήκαμεν. Μιᾶς δὲ ἔτι ὀνησιφόρου τῶν μακαρίων τούτων ἀρετῆς ἐπιμνησθεὶς, ὥσπερ ἐκ παραδείσου ἐξιὼν, πάλιν τὰ (45) ἀκαλλῆ, καὶ ἀνησιφόρα ὑμῖν ἀκανθολογήματα παραθήσομαι.

Ἐν τῇ εὐχῇ (46) πολλάκις ἡμῶν παρισταμένων, συντυχίας τινὰς ποιήσαντας ἐσημειώσατο ὁ μακάριος ποιμήν· οὓς ἐπὶ ἑβδοματιαῖον χρόνον πρὸ τῆς ἐκκλησίας στήσας, πᾶσι μετάνοιαν ποιεῖν παρεκέλευσε· τοῖς εἰσιοῦσί τε καὶ ἐξιοῦσι· καὶ τὸ δὴ θαυμαστότερον, καί τοιγε κληρικοὺς ὑπάρχοντας τοῦτ᾿ ἔστι πρεσβυτέρους. Τινὰ τῶν ἀδελφῶν ὁρῶν σὺν αἰσθήσει καρδίας πλέω τῶν πολλῶν ἐν τῇ ψαλμῳδίᾳ περιστάμενον· καὶ μάλιστα ἐν τῇ πρωτολογίᾳ τῶν ὕμνων πρός τινας τοῖς ἑαυτοῦ ἤθεσι, καὶ τῷ προσώπῳ διαλεγόμενον, ἠρώτων τοῦ ἤθους τοῦ μακαρίου τὴν ἔννοιαν μαθεῖν. Ὁ δὲ γνοὺς ἵνα μὴ κρύπτειν ὠφελῆσαι, φησί· Τοὺς (47) λογισμούς μου, πάτερ Ἰωάννη, καὶ τὸν νοῦν σὺν τῇ ψυχῇ εἴωθα ἐκ προοιμίων ἐπισυνάγειν, καὶ συγκαλῶν κράζειν τούτοις· Δεῦτε, προσκυνήσωμεν, καὶ προσπέσωμεν αὐτῷ Χριστῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν. Τὸν δὲ ἑστιάτορα τοῦτο ποιοῦντα κατέλαβον πολυπραγμονήσας· μικρὸν γὰρ πτύχιον ἐν τῇ ζώνῃ κρεμάμενον ἔχοντα ὁρῶν, ἔμαθον ὡς τοὺς ἑαυτοῦ καθ᾿ ἡμέραν σημειούμενος (48) λογισμοὺς, τούτους πάντας τῷ ποιμένι ἐξαγγέλλει. Οὐ μόνον δὲ, ἀλλὰ καὶ ἑτέρους πλείστους τῶν αὐτόθι τοῦτο ποιοῦντας ἐθεώμην· ἦν δὲ καὶ αὕτη ἐντολὴ τοῦ μεγάλου ὡς ἀκήκοα. Ἐδιώχθη τις παρ᾿ αὐτοῦ ποτε τῶν ἀδελφῶν τὸν πλησίον πρὸς αὐτὸν διαβαλὼν ὡς φλύαρον καὶ λάλον. Ὁ δὲ προσεκαρτέρησε τῷ