Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/348

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
687688
S. JOANNIS CLIMACI

ποτε παρ᾿ ἐκείνοις ἐπεπολίτευτο ἀργολογίας, ἢ εὐτραπελίας ὑπόμνησις; Καὶ εἴ πού τις τῶν ἐν αὐτοῖς ἀμφιβολίας πρὸς τὸν πλησίον ἤρξατο, παριὼν ἕτερος, καὶ μετάνοιαν πεποιηκὼς τὴν ὀργὴν διεσκέδαζεν. Εἰ δὲ μνησικακοῦντας ᾔσθετο, τῷ τὰ δεύτερα τοῦ (24) προεστῶτος διέποντι τὴν ὁρμὴν ἀπήγγειλε, καὶ πρὸ τῆς ἡλίου δύσεως διαλλάττεσθαι αὐτοὺς ἑαυτοῖς παρεσκεύαζεν. Εἰ δὲ σκληρυνόμενοι ἐσκληρύνοντο, ἢ μὴ μεταλαμβάνειν τροφῆς ἄχρι τῆς διαλλαγῆς ἐπετιμῶντο· ἢ τῆς μονῆς ἐξεβάλλοντο. Ἦν δὲ ἡ ἀξιέπαινος καὶ αὕτη ἀκρίβεια παρ᾿ αὐτοῖς οὐ [C. A. οὐχ ἁπλῶς οὕτως, καὶ ὡς ἔτυχεν] μάτην ἐπιτελουμένη· ἀλλά γε τὸν καρπὸν πολὺν ποιοῦσα καὶ δηλοῦσα. Πολλοὶ γὰρ παρ᾿ αὐτοῖς τοῖς ὁσίοις ἀνεδείχθησαν πρακτικοί τε καὶ διορατικοὶ, διακριτικοί τε καὶ ταπεινόφρονες. Καὶ ἦν ἰδεῖν φοβερὸν ἐπ᾿ ἐκείνοις, καὶ ἀγγελοπρεπὲς θέαμα· πολιὰς αἰδεσίμους, καὶ ἱεροπρεπεῖς δίκην νηπίων τῇ ὑπακοῇ ἐπιτρέχοντας, καὶ καύχημα μέγιστον κεκτημένους τὴν ἑαυτῶν ταπείνωσιν. Ἑώρακα ἐκεῖσε ἄνδρας περὶ τὰ πεντήκοντα ἔτη ἐν τῇ ὑπακοῇ ἔχοντας, οὓς ἱκέτευον μαθεῖν, τίνα ἐκ τοῦ τοσούτου κόπου παραμυθίαν προσελάβοντο· ὧν οἱ μὲν εἰς ἄβυσσον ταπεινοφροσύνης κατηντηκέναι λοιπὸν ἑαυτοὺς ἔφασκον, δι᾿ ἧς πάντα πόλεμον εἰς αἰῶνα διακρούονται· ἕτεροι δὲ τελείαν ἀναισθησίαν, καὶ ἀπόνοιαν ἐν λοιδορίαις, καὶ ὕβρεσι λοιπὸν ἔχειν ἔλεγον. Ἑώρακα ἑτέρους τῶν ἀειμνήστων ἐκείνων σὺν τῇ πολιᾷ τῇ ἀγγελοειδεῖ εἰς βαθυτάτην ἀκακίαν, καὶ ἁπλότητα σεσοφισμένην, καὶ ἑκουσιόγνωμον, καὶ θεοκατόρθωτον ἐληλακότας. Ὥσπερ γὰρ ὁ πονηρὸς δύο ἐστὶν, ἄλλο τὸ φαινόμενον, καὶ ἄλλο τὸ κρυπτόμενον· οὕτως ὁ ἁπλοῦς, οὐ διπλοῦς, ἀλλ᾿ ἔν τί ἐστιν· οὐκ ἄλογός τις ὢν, καὶ ἄσοφος κατὰ τοὺς ἐν κόσμῳ γηραιοὺς, οὓς καὶ λεληρηκότας φιλοῦσι καλεῖν· ἀλλ᾿ ἔξωθεν μὲν, ἠπίους ὅλους, προσηνεῖς, φαιδροὺς, ἄπλαστον ἔχοντας, καὶ ἀνεπιτήδευτον, καὶ ἀνόθευτον, καὶ τὸν λόγον, καὶ τὸ ἦθος, πρᾶγμα οὐκ ἐν πολλοῖς εὑρισκόμενον· ἔσωθεν δὲ τῇ ψυχῇ τὸν Θεὸν αὐτὸν, καὶ τὸν προεστῶτα ὡς ἀκέραια νήπια ἀναπνέοντας· καὶ ἰταμὸν, καὶ στερέμνιον τὸ τοῦ νοὸς ὄμμα πρὸς τοὺς δαίμονας, καὶ τὰ πάθη κεκτημένους.

Ἐπιλείψει με, ὦ ἱερὰ κορυφὴ, καὶ θεοφιλὴς συνάθροισις, ὁ τῆς ζωῆς μου χρόνος, τὴν ἐκείνων τῶν μακαρίων διηγούμενον ἀρετὴν, καὶ οὐρανομίμητον βίωσιν· ἀλλ᾿ ὅμως ἄμεινον ἐκ τῶν ἐκείνοις πεπονημένων ἱδρώτων τὸν ἡμέτερον ἐγκαλλωπῖσαί πως ἡμᾶς λόγον, καὶ εἰς ζῆλον θεοφιλῆ διεγεῖραι· ἢ ἐξ οἰκείων παραινέσεων. Χωρὶς γὰρ πάσης ἀντιλογίας τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος κατακοσμεῖται. Ἐκεῖνο δὲ ἐρωτῶ, μηδὲν ἡμᾶς πεπλανημένον γράφειν ὑπονοῆσαι· ἔθος γὰρ τῇ ἀπιστίᾳ τὴν ὠφέλειαν λυμαίνεσθαι. Πάλιν δὲ τῶν προειρημένων ἐχώμεθα.