Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/347

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
685686
SCALA PARADISI.—GRADUS IV.

Ἦν μὲν οὖν ἀγάπη παρ᾿ αὐτοῖς δεσμὸς ἄλυτος· καὶ τὸ δὴ θαυμαστότερον, πάσης παῤῥησίας καὶ ἀργολογίας ἀπηλλαγμένη. Ἤσκουν δὲ πρὸ πάντων τοῦτο, τὸ μὴ πλῆξαι ἀδελφοῦ τὴν συνείδησιν ἔν τινι. Εἰ δέ που ἐφάνη τις μισάλληλος, τοῦτον ὁ ποιμὴν ἐν τῷ ἀφοριστικῷ μοναστηρίῳ ὡς κατάκριτον ἐξώριζεν. Ποτὲ δέ τινος τῶν ἀδελφῶν, πρὸς αὐτὸν τὸν πλησίον (23) λοιδορήσαντος, παραυτίκα διωχθῆναι αὐτὸν ὁ πανόσιος προσέταξε, λέγων μὴ συγχωρεῖν εἶναι ἐν τῇ μονῇ ὁρατὸν, καὶ ἀόρατον διάβολον. Εἶδον ἐγὼ παρὰ τοῖς ὁσίοις ἐκείνοις ὀνησιφόρα, καὶ ἀξιάγαστα ὄντως πράγματα· ἀδελφότητά τε κατὰ Κύριον συγγεγενημένην, καὶ συνδεδεμένην, θαυμαστὴν κεκτημένην, καὶ τὴν ἐργασίαν, καὶ τὴν θεωρίαν. Οὕτως γὰρ ἑαυτοὺς τοῖς θείοις ἐξέτριβον, καὶ ἐγύμναζον κατορθώμασιν, ὡς μὴ δεῖσθαι σχεδὸν τῆς τοῦ προεστηκότος ὑπομνήσεως· ἀλλ᾿ ἰδιαιρέτως ἀλλήλους πρὸς τὴν θείαν διυπνίζειν ἐχρήγορσιν. Ἦν γὰρ αὐτοῖς ὡρισμένα τε, καὶ μεμελετημένα, καὶ πεπαγιωμένα ὅσιά τινα, καὶ θεῖα γυμνάσματα. Εἰ ἔδοξε γάρ τινα αὐτῶν ποτε τοῦ προεστῶτος μὴ παρόντος λοιδορίας, ἢ κατακρίσεως, ἢ ὅλως ἀργολογίας ἄρξασθαι, νεύματι αὐτὸν ἀγνώστως ἀδελφός τις ἕτερος ὑπομιμνήσκων λεληθότως κατέπαυεν. Εἰ δὲ καὶ οὐκ ᾔσθετο ἴσως, βαλὼν λοιπὸν μετάνοιαν ὁ ὑπομνήσας ἀνεχώρει. Ἦν δὲ αὐτοῖς ἄληκτος (εἰ δέοιτο φθέγξασθαι) καὶ ἄπαυστος συλλαλία, ἡ τοῦ θανάτου ἀνάμνησις, καὶ κρίσεως αἰωνίου ἔννοια.

Οὐ σιωπήσω ὑμῖν φράσαι τοῦ ὀψοποιοῦ τῶν αὐτόθι τὸ παραδοξότατον κατόρθωμα. Ὁρῶν γὰρ αὐτὸν ἀένναον ἐν τῇ διακονίᾳ κεκτημένον τὴν σύννοιαν, καὶ τὸ δάκρυον, ἱκέτευον ἐπαγγεῖλαί μοι, πόθεν τῆς τοιαύτης χάριτος ἠξιώθη. Ὁ δὲ βιασθεὶς παρ᾿ ἐμοῦ ἀπεκρίνατο· Οὐδέποτε, φησὶν, ἀνθρώποις με δουλεύειν ἐννενόηκα, ἀλλὰ τῷ Θεῷ· καὶ τῆς ἡσυχίας πάσης ἀνάξιον ἑαυτὸν καταδικάσας, αὐτὴν τὴν τοῦ πυρὸς θέας ὑπόμνησιν τῆς μελλούσης φλογὸς διὰ παντὸς κέκτημαι. Ἄλλου παραδόξου αὐτῶν ἀκουσώμεθα κατορθώματος. Καὶ γὰρ οὐδὲ ἐπ᾿ αὐτῆς τῆς τραπέζης, τῆς νοερᾶς ἐργασίας ἐπαύοντο. Σεσημειωμένῳ δὲ ἤθει τινὶ ἀγνώστῳ, καὶ νεύματι τῆς κατὰ ψυχὴν ἑαυτοὺς προσευχῆς ὑπεμίμνησκον οἱ μακάριοι· οὐκ ἐν τῇ τραπέζῃ δὲ τοῦτο ποιοῦντες μόνον ἐφαίνοντο, ἀλλὰ καὶ κατὰ πᾶσαν ἑαυτῶν ἀπάντησίν τε καὶ σύνοδον. Εἴ ποτε δὲ παράπτωμά τις αὐτῶν πεποίηκε, πλείστας ἱκεσίας παρὰ τῶν ἀδελφῶν ἐδέχετο αὐτοῖς περὶ τούτου πρὸς τὸν ποιμένα καταλιπεῖν τὴν φροντίδα, καὶ ἀπολογίαν, καὶ ἐπίπληξιν· ὅθεν ὁ μέγας τὴν τῶν μαθητῶν ἐπιγνοὺς ἐργασίαν, κουφοτέρας λοιπὸν καὶ τὰς ἐπιτιμήσεις παρεῖχεν, ὡς γινώσκων ἀνεύθυνον ὑπάρχειν τὸν ἐπιτιμώμενον· οὐ μέντοι καὶ ἐπεζήτει τὸν κυρίως ἐπιπεσόντα τῷ πταίσματι. Ποῦ