Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/349

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
689690
SCALA PARADISI.—GRADUS IV.

Τὶς ἀνὴρ Ἰσίδωρος τοὔνομα ἐξ ἀρχοντικῆς ἀξίας Ἀλεξάνδρου τῆς πόλεως ἐν τῷ εἰρημένῳ κοινοβίῳ, πρὸ τούτων τῶν χρόνων ἀπετάξατο, ὃν κἀγὼ ἐκεῖσε ἔτι κατέλαβον. Τοῦτον δεξάμενος ὁ πανόσιος ἐκεῖνος ποιμὴν κακεντρεχῆ πάνυ, καὶ ὠμὸν, δεινόν τε, καὶ ἀγέρωχον (25) θεασάμενος, σοφίζεται ὁ πάνσοφος δαιμόνων (26) πανουργίαν δι᾿ ἀνθρωπίνης ἐπινοίας, καί φησι πρὸς τὸν Ἰσίδωρον· Εἰ ἄρα τὸν τοῦ Χριστοῦ ζυγὸν ἆραι (27) προῄρησας, ὑπακοήν σε (28) ἀσκεῖν πρὸ πάντων βούλομαι. Ὁ δέ φησιν· Ὡς σίδηρος χαλκεῖ, οὕτως, ἁγιώτατε, ὑποτάσσεσθαι ἑαυτὸν δέδωκα. Ὁ δὲ μέγας καὶ ἐπ᾿ αὐτῷ τῷ παραδείγματι θεραπευθεὶς, δίδωσιν εὐθέως τὸ γυμνάσιον τῷ σιδηρῷ Ἰσιδώρῳ καί φησιν· Βούλομαί σε, ὦ ἀδελφὲ, τῇ φύσει, ἐν τῷ πυλῶνι τῆς μονῆς παρίστασθαι· καὶ πάσῃ ψυχῇ εἰσιούσῃ τε, καὶ ἐξιούσῃ ποιεῖν γονυκλισίαν λέγοντα· Εὖξαι ὕπερ ἐμοῦ, πάτερ, ὅτι ἐπιληπτικός εἰμι (29). Ὑπήκουσε δὲ οὗτος [οὕτως], ὡς ἄγγελος Κυρίῳ. Ἑπταετίαν δὲ αὐτοῦ ἐκεῖσε πεποιηκότος, καὶ εἰς βαθυτάτην ταπείνωσιν, καὶ κατάνυξιν ἐληλακότος, ἠβουλήθη ὁ ἀοίδιμος μετὰ τὴν (30) νομικὴν ἑπταετίαν, καὶ τὴν τοῦ ἀνδρὸς ἀνείκαστον ὑπομονὴν, τοῦτον, ὡς ὑπεράξιον, τοῖς ἀδελφοῖς συναριθμῆσαι, καὶ χειροτονίας ἀξιῶσαι. Ὁ δὲ πλείστας καὶ δι᾿ ἑτέρων, καὶ δι᾿ ἐμοῦ τοῦ ἀσθενοῦς ἱκεσίας πεποίηκε τῷ ποιμένι, ἐκεῖσε αὐτὸν ὡσαύτως διάγοντα τελειῶσαι τὸν δρόμον, αἰνιξάμενος, καὶ ἀμυδρῶς πως τῷ λόγῳ τὸ τέλος, καὶ τὴν αὐτοῦ κλῆσιν πλησιάζουσαν, ὅπερ καὶ γέγονεν. Ἐάσαντος γὰρ αὐτὸν ἐν τῇ αὐτῇ τάξει τοῦ διδασκάλου, μετὰ δεκάτην ἡμέραν πρὸς Κύριον δι᾿ ἀδόξιας ἐνδόξως ἐξεδήμησε, τῇ ἑβδόμῃ ἡμέρᾳ τῆς αὐτοῦ κοιμήσεως. καὶ τὸν θυρωρὸν τῆς μονῆς πρὸς Κύριον προσλαβόμενος. Ἦν γὰρ αὐτῷ εἰρηκὼς ὁ μακάριος, ὅτιπερ, Ἐὰν τύχω παῤῥησίας πρὸς Κύριον, ἀχώριστός μου γενήσῃ κἀκεῖ διὰ τάχος. Ὅπερ καὶ γέγονεν, εἰς μεγίστην πληροφορίαν τῆς ἀκαταισχύντου αὐτοῦ ὑπακοῆς, καὶ ταπεινώσεως θεομιμήτου. Ἠρώτησα ἔτι περιόντα τὸν μέγαν τοῦτον Ἰσίδωρον, ποίαν ἐργασίαν αὐτοῦ ὁ νοῦς ἐν τῷ πυλῶνι διάγοντος ἐκέκτητο. Καὶ οὐκ ἔκρυψεν ὠφελῆσαί με θέλων ὁ ἀείμνηστος. (31) Ἐν ἀρχαῖς μὲν γὰρ τοῦτο, φησὶν, ἐλογιζόμην, ὅτιπερ ὑπὲρ τῶν ἁμαρτιῶν μου ἐπράθην. Ὅθεν καὶ μετὰ (32) πικρίας πάσης, καὶ βίας, καὶ αἵματος τὴν μετάνοιαν ἔβαλλον. Ἐνιαυτοῦ δὲ πληρωθέντος ἀλύπως λοιπὸν διεκείμην τὴν καρδίαν, μισθὸν παρ᾿ (33) αὐτοῦ Θεοῦ ὑπομονῆς προσδεχόμενος. Περαιωθέντος δὲ ἑτέρου ἑνὸς χρόνου, ἀνάξιον ἑαυτὸν λοιπὸν ἐλογιζόμην σὺν αἰσθήσει καρδίας, καὶ τῆς ἐν τῇ μονῇ διατριβῆς, καὶ τῆς τῶν Πατέρων θέας, καὶ συντυχίας, καὶ τῆς τῶν μυστηρίων μεταλήψεως, καὶ τῆς ἐν προσώπῳ τινὸς θεωρίας. Κάτω δὲ νεύων τῷ ὄμματι, καὶ κατωτέρῳ φρονήματι τοὺς εἰσιόντας καὶ ἐξιόντας εἰλικρινῶς λοιπὸν ὑπὲρ εὐχῆς ἱκέτευον.