Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/346

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
683684
S. JOANNIS CLIMACI

τῶν ἡμερῶν, μετὰ τὴν συμπλήρωσιν τοῦ Εὐαγγελίου εἰσφέρει λοιπὸν τὸν ἄμεμπτον κατάδικον ἐκεῖνον ὑπό τινων ἀδελφῶν συρόμενον καὶ μετρίως τυπτόμενον, τὰς χεῖρας δι᾿ ὅπισθεν δεδεμένον, καὶ σάκκον τρίχινον ἠμφιεσμένον, καὶ σποδὸν ἐπὶ τῆς κεφαλῆς, ὡς καὶ ἐξ αὐτῆς τῆς θεωρίας ἅπαντας καταπλαγέντας εὐθέως τῷ κλαυθμῷ ἀλαλάξαι· οὐ γὰρ ἔγνω τις τὸ γινόμενον. Εἶτα ὡς πλησίον τῶν τῆς ἐκκλησίας πυλῶν ἔφθασε, προσφωνεῖ αὐτῷ ἡ ἱερὰ ἐκείνη τοῦ φιλανθρώπου κεφαλὴ μεγάλῃ τῇ φωνῇ· Στῆθι, ἀνάξιος γὰρ ὑπάρχεις τῆς ἐνταῦθα εἰσόδου. Ἐκπλαγεὶς οὖν ἐπὶ τῇ τοῦ ποιμένος ἐξ ἱερατείου ἐναχθείσῃ πρὸς αὐτὸν φωνῇ· ἐνόμιζε γὰρ, ὡς ἔσχατον ἡμᾶς ὅρκοις ἐπληροφόρει, οὐκ ἀνθρώπου, ἀλλὰ βροντῆς ἀκηκοέναι· πίπτει μὲν εὐθέως ἐπὶ πρόσωπον ἔντρομος γενόμενος, καὶ ὅλος τῷ φόβῳ κλονηθείς. Χαμαὶ τοίνυν ὑπάρχων, καὶ τὸ ἔδαφος τοῖς δάκρυσι βρέχων, ἐπιτρέπεται πάλιν παρὰ τοῦθαυμασίου ἰατροῦ τοῦ τὴν σωτηρίαν αὐτοῦ ἐν ἅπασι πραγματευομένου, καὶ τύπον σωτηρίας καὶ ἐνεργοῦς ταπεινώσεως πᾶσι παρέχοντος, εἰπεῖν πάντα τὰ πεπραγμένα αὐτῷ κατ᾿ εἶδος ἐπὶ πάντων. Ὁ δὲ μετὰ φρίκης ἐξομολογεῖ τὰ ἅπαντα καθ᾿ ἓν πᾶσαν ἀκοὴν ξενίζονται· οὐ μόνον τὰ σωματικὰ κατὰ φύσιν, καὶ παρὰ φύσιν, ἐν λογικοῖς τε ζώοις, καὶ ἀλόγοις· ἀλλά γε καὶ ἄχρι φαρμακειῶν, καὶ φόνων, καὶ ἑτέρων, ὧν οὐ θέμις ἀκοῦσαι, ἢ γραφῇ παραδοῦναι. (21) Ἐξομολογησάμενον τοίνυν ἐπιτρέπει εὐθέως ἀποκαρθῆναι, καὶ τοῖς ἀδελφοῖς συγκαταριθμηθῆναι. Ἐγὼ δὲ τὴν τοῦ ὁσίου ἐκείνου θαυμάσας σοφίαν, ἠρώτων ἰδίᾳ, τίνος χάριν τὸ τοιοῦτον (22) ξένον σχῆμα πεποίηκεν. Ὁ δὲ ὄντως ἰατρός· Δύο τούτων χάριν, φησίν· πρῶτον μὲν ἵν· αὐτὸν ἐξομολογησάμενον διὰ τῆς παρούσης αἰσχύνης, τῆς μελλούσης ἀπαλλάξω, ὅπερ καὶ γέγονεν. Οὐ γὰρ ἀνέστη τοῦ ἐδάφους, ὦ ἀδελφὲ Ἰωάννης, ἄχρις οὗ τῆς πάντων ἀφέσεως τετύχηκε· καὶ μὴ ἀπίστει· τὶς γάρ μοι τῶν ἐκεῖσε τυγχανόντων τεθάῤῥηκεν ἀδελφὸς λέγων· ὅτι, φησὶν, ἐθεώρουν τινὰ φοβερὸν κατέχοντα χάρτην γεγραμμένον, καὶ κάλαμον· καὶ ἅμα. φησὶ, τὴν ἁμαρτίαν ὁ κείμενος ἔλεγε, ταύτην ἐκεῖνος τῷ καλάμῳ ἐχάραττεν, καὶ εἰκότως· Εἶπα γὰρ, φησίν· Ἐξαγορεύσω κατ᾿ ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ· καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου Δεύτερον δὲ, ἐπειδή τινας κέκτημαι ἀνεξαγόρευτα πταίσματα ἔχοντας, καὶ διὰ τοῦτο λοιπὸν ἐκείνους εἰς ἐξομολόγησιν προτρεπόμενος, ἧς χωρὶς οὐδεὶς ἀφέσεως τεύξεται· καὶ ἕτερα μὲνοὖν πολλὰ ἀξιοθαύμαστα, καὶ ἀξιομνημόνευτα παρὰ τῷ ἀειμνήστῳ ἐκείνῳ ἑώρακα ποιμένι, καὶ ποίμνῃ, ὧν τὰ πλεῖστα ὑμῖν κατάδηλα ποιῆσαι πειράσομαι· ἔμεινα γὰρ παρ᾿ αὐτῷ χρόνον οὐκ ὀλίγον τὴν αὐτῶν ἀνιχνεύων πολιτείαν, καὶ ἐπὶ ταύτῃ μεγάλως ἐξιστάμενος, πῶς τε οἱ ἐπίγειοι ἐκεῖνοι τοὺς οὐρανίους ἐμιμοῦντο.