Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/345

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
681682
SCALA PARADISI.—GRADUS II.

τῇ καρδίᾳ, κατὰ τοσοῦτον καὶ τὸ σῶμα σπεύδει ἐν τῇ διακονίᾳ. Ἐπὰν δὲ εἰς ἀπιστίαν προσκόψῃ, ἔπεσε· Πάντως γὰρ ὃ οὐκ ἐκ πίστεως, ἁμαρτία ἐστίν. Ἐπάν σε ὁ λογισμὸς ἀνακρῖναι, ἢ κατακρῖναι τὸν προηγούμενον ὑποβάλλῃ, ὡς ἀπὸ πορνείας ἀποπήδησον· μηδ᾿ ὅλως τῷ ὄφει τούτῳ παράσχῃς ἄδειαν· μὴ τόπον, μὴ εἴσοδον, μὴ ἀρχήν. Φθέγγου δὲ πρὸς τὸν δράκοντα· Ὦ ἀπατεών· οὐκ ἐγὼ τοῦ ἄρχοντος, ἀλλ᾿ αὐτὸς τὸ ἐμὸν κρῖμα ἀνεδέξατο· οὐκ ἐγὼ ἐκείνου, ἀλλ᾿ αὐτὸς ἐμοῦ κριτὴς καθέστηκεν. Ὅπλον μὲν οἱ Πατέρες τὴν ψαλμῳδίαν, τὴν δὲ προσευχὴν τεῖχος, λουτῆρα δὲ τὸ ἄμωμον δάκρυον εἶναι ὁρίζονται· τὴν δὲ μακαρίαν ὑπακοὴν ὁμολογίαν ἔκριναν, ἧς (14) χωρὶς οὐδεὶς τῶν ἐμπαθῶν ὄψεται τὸν Κύριον· ὁ ὑποτακτικὸς αὐτὸς τὴν ψῆφον καθ᾿ ἑαυτοῦ ἐκφέρει εἰ μὲν (cod. A., γὰρ) διὰ (15) Κύριον τελείως ὑπακούσει, εἰ καὶ μὴ δόξει τελείως, τὸ ἑαυτοῦ κρῖμα ἐξεδύσατο. Εἰ δὲ τὸ ἑαυτοῦ ἔν τισιν ἐκπληροῖ θέλημα, ἢ καὶ δόξει ὑπακούειν, αὐτὸς τὸ φορτίον ἐπιφέρεται· εἰ μέντοι αὐτὸν ἐλέγχων ὁ προεστὼς οὐκ ἐπαύσατο, εὖ ἂν ἔχοι· εἰ δὲ (16) σεσιώπηκε, τί λέγειν οὐκ ἔχω. Οἱ ἐν (17) ἁπλότητι ὑποτασσόμενοι ἐν Κυρίῳ καλὸν δρόμον περαιοῦσι [cod. A. περαιοῦνται], μὴ κεκινηκότες ἑαυτοῖς δι᾿ ἀκριβολογίαν τὴν τῶν δαιμόνων πανουργίαν. Πρὸ πάντων ἐξομολογησώμεθα τῷ καλῷ ἡμῶν δικαστῇ καὶ μόνῳ, εἰ δὲ κελεύει καὶ πᾶσι· μώλωπες γὰρ θριαμβευόμενοι, οὐ προκόψουσιν ἐπὶ τὸ χεῖρον, ἀλλ᾿ ἰαθήσονται. Φοβερόν που παραγενόμενος ἐν κοινοβίῳ καλοῦ κριτοῦ, καὶ ποιμένος ἑώρακα κριτήριον.

Τετύχηκε γάρ μου ἐκεῖσε ὑπάρχοντος, τινὰ ἐκ λῃστρικῆς τάξεως τῇ μοναδικῇ προσελθεῖν πολιτείᾳ, ὃν ὁ ἄριστος ἐκεῖνος ποιμὴν, καὶ ἰατρὸς ἐκέλευσεν ἐπὶ ἡμέρας ἑπτὰ ἀναπαύσεως ἁπάσης ἀπολαῦσαι πρὸς θεωρίαν καὶ μόνην τῆς ἐν τόπῳ καταστάσεως. Μετὰ οὖν τὴν (18) ἑβδόμην προσκαλεσάμενος αὐτὸν κατ᾿ ἰδίαν ὁ ποιμὴν ἠρώτα, εἰ ἀρεστὸν αὐτῷ τὴν συνοίκησιν μετ᾿ αὐτῶν ποιήσασθαι· ὡς δὲ συνθέμενον αὐτὸν μετὰ πάσης εἰλικρινείας ἐθεάσατο, πάλιν ἠρώτα τί αὐτῷ ἄτοπον ἐν τῷ κόσμῳ πέπρακται. Ὡς δὲ οἶδεν αὐτὸν σὺν τῷ λόγῳ πάντων προθύμως ἐξομολογησάμενον· πάλιν πρὸς αὐτὸν (19) πειράζων ἔλεγε· Βούλομαί σε, φησὶν, ἐπὶ πάσης τῆς ἀδελφότητος ταῦτα θριαμβεῦσαι. Ὁ δὲ ὄντως τὴν ἑαυτοῦ ἁμαρτίαν μισήσας (20) ἐκεῖνος, καὶ αἰσχύνης ἁπάσης καταφρονήσας ἀδιστάκτως ὑπέσχετο· καὶ εἰ βούλει, φησὶ, κατὰ μέσον Ἀλεξάνδρου τῆς πόλεως. Εἶτα συναθροίζει ὁ ποιμὴν ἐν τῷ Κυριακῷ πάντα τὰ πρόβατα τὸν ἀριθμὸν τριακόσια τριάκοντα, καὶ τῆς θείας συνάξεως τελουμένης· ἦν γὰρ Κυριακὴ