Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/344

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
679680
S. JOANNIS CLIMACI

ἀκίνητον ἔχοντες. Ὑπακοή ἐστιν ἄρνησις ψυχῆς οἰκείας παντελὴς διὰ σώματος ἐπιδεικνυμένη ἐνεργῶς. Ἢ τάχα τὸ ἔμπαλιν, ὑπακοή ἐστι· (3) νέκρωσις μελῶν ἐν ζώσῃ διανοίᾳ. Ὑπακοή ἐστιν ἀνεξέταστος κίνησις, ἑκούσιος θάνατος, ἀπερίεργος ζωὴ, ἀμέριμνος κίνδυνος (4), ἀμελέγητος [ἀμελέτητος] Θεοῦ ἀπολογία· ἀφοβία θανάτου, ἀκίνδυνος πλοῦς, ὑπνοῦσα ὁδοιπορία. Ὑπακοή ἐστι μνῆμα θελήσεως, καὶ ἔγερσις ταπεινώσεως· οὐκ ἀντερεῖ, ἢ διακρίνει νεκρὸς ἐν ἀγαθοῖς, ἢ τὸ δοκεῖν πονηροῖς. Ὁ γὰρ (5) θανατώσας αὑτοῦ εὐσεβῶς τὴν ψυχὴν, ὑπὲρ πάντων ἀπολογήσεται. Ὑπακοή ἐστιν ἀπόθεσις (6) διακρίσεως ἐν πλούτῳ διακρίσεως, ἀρχὴ μὲν (7) νεκρώσεως, καὶ ψυχῆς θελήματος, καὶ μέλους σώματος πόνος· μεσότης δέ ποτε μὲν πόνος, ποτὲ δὲ ἀπονία· τέλος δὲ ἀναισθησία λοιπὸν πᾶσα, καὶ ἀκινησία πόνου· τότε πονῶν ὁρᾶται, καὶ ἀλγυνόμενος ὁ ζῶν νεκρὸς οὗτος ὁ μακαρίτης, ὅταν ἑαυτὸν ὄψεται τὸ οἰκεῖον ποιοῦντα θέλημα, δεδοικότα τὴν βασταγὴν τοῦ ἑαυτοῦ κρίματος.

Ὅσοι (8) πρὸς τὸ στάδιον τῆς νοερᾶς ὁμολογίας ἐπεχειρήσατε ἀποδύσασθαι· ὅσοι τὸν τοῦ Χριστοῦ ζυγὸν ἐπὶ τὸν οἰκεῖον αὐχένα ἆραι βούλεσθε· ὅσοι ἐκ τούτου τὸ ἑαυτῶν φορτίον ἐπὶ τὸν τοῦ ἑτέρου τράχηλον ἐπιθεῖναι σπουδάζετε· ὅσοι τὰς ἑαυτῶν ὠνὰς γράψαι ἑκουσίως σπεύδετε, καὶ ἀντ᾿ ἐκείνων ἐλευθερίαν γραφῆναι ὑμῖν βούλεσθε· ὅσοι χερσὶν ἑτέρων ἀνυψούμενοι νηχόμενοι τὸ μέγα τοῦτο περαιοῦσθε πέλαγος, γνῶτε ὡς σύντομόν τινα, καὶ τραχεῖαν ὁδὸν βαδίζειν ἐπεχειρήσατε, μίαν πλάνην καὶ μόνην ἐν αὐτῇ κεκτημένοι, αὕτη δὲ καλεῖται (9) ἰδιορυθμία· ὁ γὰρ ταύτην εἰς ἅπαν ἀπαρνησάμενος, ἐν οἷς δοκεῖ εἶναι καλοῖς (10), καὶ πνευματικοῖς, καὶ θεαρέστοις πρὸτοῦ βαδίζειν ἔφθασεν. Ὑπακοὴ γάρ ἐστιν ἀπιστία ἑαυτῷ ἐν τοῖς καλοῖς ἅπασι μέχρι τέλους ζωῆς. Μέλλοντες ἐν Κυρίῳ τὸν ἑαυτῶν αὐχένα κλίνειν, σκοπῷ μὲν καὶ λόγῳ ταπεινοφροσύνης, καὶ κυρίως τὴν ἡμῶν σωτηρίαν ἑτέρῳ, ἐν Κυρίῳ πιστεύειν· πρὸ μὲν τῆς εἰσόδου, εἴπερ τις πονηρία, καὶ φρόνησις παρ᾿ ἡμῖν τυγχάνει, τὸν κυβερνήτην ἀνακρίνωμεν, καὶ ἐξετάσωμεν, καὶ, ἵν᾿ οὕτως εἴπω, πειράσωμεν, ἵνα μὴ τῷ ναύτῃ ὡς κυβερνήτῃ, καὶ τῷ νοσοῦντι ὡς ἰατρῷ, καὶ τῷ ἐμπαθεῖ ὡς ἀπαθεῖ, καὶ τῷ (11) πελάγει ὡς λιμένι περιπεσόντες, ἕτοιμον ἑαυτῆς εὑρήσωμεν ναυάγιον. Μετὰ δὲ τὴν ἐν τῷ σταδίῳ λοιπὸν τῆς εὐσεβείας, καὶ ὑποταγῆς εἴσοδον (12), μηκέτι τὸν καλὸν ἡμῶν ἀγωνοθέτην ἔν τινι τὸ σύνολον (13) ἀνακρίνωμεν, κἄν τινα ἐν αὐτῷ ὡς ἐν ἀνθρώπῳ ἴσως ἔτι βραχέα πλημμελήματα θεασώμεθα. Εἰ δὲ μὴ, οὐδὲν ἐκ τῆς ὑποταγῆς οἱ ἀνακρίνοντες ὠφελούμεθα. Ἀνάγκη πᾶσα τοὺς βουλομένους ἐν τοῖς ἐπιστατοῦσι πίστιν ἀδίστακτον διὰ παντὸς κατέχειν, τὰ τούτων κατορθώματα ἐν τῇ αὐτῶν καρδίᾳ ἀνεξάλειπτα, καὶ ἀείμνηστα φυλάττειν, ἵνα ὅτε οἱ δαίμονες ἡμῖν ἀπιστίαν πρὸς αὐτοὺς σπείρωσιν, ἐκ τῶν ἐν ἡμῖν μνημονευομένων ἀποφιμώσωμεν. Καθόσον γὰρ ἡ πίστις θάλλει ἐν