Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/332

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
655656
S. JOANNIS CLIMACI

ἀποταγὴν, λοιπὸν τοὺς ἐλεήμονας ἡμῖν, καὶ συμπαθεῖς τῶν κοσμικῶν μακαρίζειν ὑποτίθενται, καὶ ἑαυτοὺς ἀποστερήσαντας. Σκοπὸς δὲ τοῖς ἐχθροῖς ἡμῶν διὰ νόθου ταπεινώσεως, ἢ πρὸς τὸν κόσμον ἡμᾶς ἐπιστρέψαι, ἢ μένοντας μοναχοὺς πρὸς τὴν ἀπόγνωσιν κατακρημνῖσαι. Ἔστιν εὐτελίζειν τοὺς ἐν κόσμῳ διὰ οἴησιν, καὶ ἔστιν αὐτοὺς ἀπόντας ἐξουθενεῖν, διὰ τὸ φυγεῖν τὴν ἀπόγνωσιν, καὶ τὴν ἐλπίδα προσκτήσασθαι. Ἀκούσωμεν οὖν τοῦ Κυρίου πρὸς ἐκεῖνον τὸν νεανίσκον, τὸν πάσας σχεδὸν τὰς ἐντολὰς ἐργασάμενον εἰρηκότα· ὅτι Ἕν σοι λείπει, τὸ (6) πωλῆσαι τὰ ὑπάρχοντα, καὶ δοῦναι πτωχοῖς, καὶ ἑαυτὸν πτωχὸν καταστῆσαι ἐλεημοσύνην δεχόμενον.

Οἱ προθύμως καὶ ζέως διαδραμεῖν βουλόμενοι, νουνεχῶς ἐπισκεψώμεθα πῶς ὁ Κύριος πάντας τοὺς ἐν κόσμῳ διατρίβοντας, καὶ ζῶντας (7) νεκροὺς κατεδίκασεν, εἰπὼν πρός τινα· Ἄφες τοὺς νεκροὺς κοσμικοὺς, τοὺς τῷ σώματι (8) νεκροὺς θάψαι· οὐδὲν ἐκώλυσε τὸν νεανίσκον ἐκεῖνον ὁ πλοῦτος προσελθεῖν τῷ βαπτίσματι. Ἐματαιώθησαν τοίνυν φάσκοντές τινες, ὅτι τοῦ βαπτίσματος χάριν ὁ Κύριος πωλῆσαι αὐτὸν τὸν πλοῦτον διέταττεν. Ἀρκείτω ἡμῖν εἰς μεγίστην πληροφορίαν τῆς μεγίστης δόξης τοῦ ἡμετέρου ἐπαγγέλματος, ἡ τοιαύτη πληροφορία. Ζητητέον πῶς οἱ ἐν κόσμῳ διάγοντες, καὶ ἀγρυπνίαις, καὶ νηστείαις, καὶ κόποις, καὶ κακοπαθείαις διατρίβοντες, ἐν μονήρει βίῳ ὥσπερ ἐν δοκιμαστηρίῳ, καὶ σκάμματι ἐκ τῶν ἀνθρώπων ἀναχωροῦντες, τὴν προτέραν ἄσκησιν αὐτῶν τὴν νενοθευμένην (9), καὶ ἐπίπλαστον οὐκ ἔτι μετέρχονται; Ἑώρακα πλεῖστα, καὶ διάφορα φυτὰ τῶν ἀρετῶν παρ᾿ αὐτῶν ἐν κόσμῳ καταφυτευόμενα· καὶ ὥσπερ ἐξ ὑπονόμου βορβόρου, ὑπὸ τῆς κενοδοξίας ποτιζόμενα, καὶ ὑπὸ φανητιασμοῦ κελευόμενα, καὶ ὑπὸ ἐπαίνων κοπριζόμενα· καὶ μέντοι μεταφυτευθέντα ἐν γῇ ἐρήμῳ, καὶ ἀβάτῳ κοσμικῶν, καὶ ἀνύδρῳ κενοδοξιακοῦ, καὶ βρωμώδους ὕδατος, εὐθέως ἐπεξηράνθησαν. Οὐ γὰρ πεφύκασι τὰ ἔνυδρα φυτὰ ἐν σκληροῖς καὶ ἀνύδροις γυμναστηρίοις καρποφορεῖν. Εἴ τις (10) κόσμον ἐμίσησεν, οὗτος λύπην διέφυγεν· εἰ δέ τις πρός τι τῶν ὁρωμένων προσπάθειαν κέκτηται, οὐδέπω (11) λύπης λελύτρωται. Πῶς γὰρ ἂν καὶ μὴ λυπηθήσεται ἐπὶ τῇ στερήσει τοῦ ἀγαπωμένου; Ἐν πᾶσι μὲν πολλῆς ἡμῖν χρεία τῆς νήψεως, ἐπιπλεῖον δὲ τούτῳ προσεκτέον νουνεχῶς πρὸ τῶν λοιπῶν. Πολλοὺς τεθεάκαμεν ἐν κόσμῳ, ὑπὸ μεριμνῶν, καὶ φροντίδων, καὶ ἀδολεσχιῶν, καὶ ἀγρυπνιῶν σωματικῶν τὴν τοῦ οἰκείου σώματος μανίαν ἐκφυγόντας· ἐν ἀμεριμνίᾳ δὲ πάσῃ ἐπὶ τὸν μονήρη βίον ἐληλυθότας· οἱ τοιοῦτοι ἐλεεινῶς ὑπὸ τῆς τοῦ σώματος κινήσεως (12) ἐῤῥυπώθησαν· πρόσχωμεν ἑαυτοῖς μήποτε ἐπὶ τὴν στενὴν καὶ τεθλιμμένην (13) ὁδὸν λέγοντες ὁδεύειν, τὴν πλατεῖαν καὶ εὐρύχωρον κατέχοντες ἐπλανήθημεν (14). Στενὴν ὁδὸν ἐμφανίσει σοι θλίψις κοιλίας, στάσις παννύχιος, μέτρον ὕδατος, ἄρτου ἔνδεια, ἀτι-