Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/331

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
653654
SCALA PARADISI.—GRADUS II.
Ἄλλο.

Μὴ ὃ δοκεῖς πράττειν καλὸν, ἀγαθὸν ἡγοῦ εἶναι ἀλλὰ τὸ μαρτυρούμενον ὑπὸ ἀνδρῶν εὐσεβῶν.

Σχόλιον κθ.

Ἀποβαλεῖν μὲν τὰ χρηστὰ ῥᾷον· κτήσασθαι δὲ οὐ ῥᾷον· Δύο γὰρ κακία δορυφόρους ἔχουσα χαλεπῶς πέφυκε καταπολεμεῖν τὴν ἀρετὴν, ἔνθεν κἀκεῖθεν διὰ τῆς ὑπερβολῆς ἐφισταμένη, καὶ τῆς ἐλλείψεως· ἡ δὲ ἀρετὴ ἐν μόνῃ φυομένη τῇ μεσότητι πρὸς ἑκάτερον βιάζεται τῶν πολεμίων ἀνταγωνίζεσθαι.

Σχόλιον κ.

Καὶ πάλιν· Ἐὰν συμφωνήσωσι δύο· τουτέστιν ὁ ἁμαρτάνων, καὶ νουθετῶν αὐτὸν ἀποστῆναι τῶν κακῶν ἔργων· καὶ ὑπακούσῃ ὁ ἐλεγχθεὶς τῷ ἐλέγχοντι αὐτὸν περὶ πάσης ἁμαρτίας, οὗ ἐὰν αἰτήσονται, δοθήσεται παρὰ Θεοῦ ἄφεσις τῷ ἡμαρτηκότι. Καὶ πάλιν· Ἐὰν συμφωνήσσωσι δύο ἐν ἀγαθοῖς ἔργοις, ὃ ἐὰν αἰτήσωνται πρὸς τὸ συμφέρον, δοθήσεται αὐτοῖς ἐκ Θεοῦ. Θέλημα γὰρ τῶν φοβουμένων αὐτὸν ποιήσει, καὶ ῥύσεται αὐτοὺς ἐκ πολλῶν θλίψεων.




ΛΟΓΟΣ Β΄
Περὶ ἀπροσπαθείας, ἤγουν ἀλυπίας.

Ὁ ἐν (1) ἀληθείᾳ τὸν Κύριον ἀγαπήσας· ὁ ἐν (2) ἀληθείᾳ τῆς μελλούσης βασιλείας ἐπιτυχεῖν ἐπιζητήσας· ὁ ἐν ἀληθείᾳ πόνον περὶ τῶν ἑαυτοῦ πταισμάτων ἐσχηκώς· ὁ ἐν ἀληθείᾳ μνήμην κολάσεως κτησάμενος, καὶ κρίσεως αἰωνίου· ὁ ἐν ἀληθείᾳ φόβον τῆς ἑαυτοῦ ἐξόδου ἀναλαβὼν οὐκ ἔτι ἀγαπήσει, οὐκ ἔτι φροντίσει, ἢ μεριμνήσει, οὐ χρημάτων, οὐ κτημάτων, οὐ γονέων, οὐ δόξης τοῦ βίου, οὐ φίλου, οὐκ ἀδελφῶν, οὐδενὸς ἐπιγείου τὸ παράπαν· ἀλλὰ πᾶσαν αὐτοῦ τὴν σχέσιν, πᾶσαν τὴν περὶ τούτου φροντίδα ἐκτιναξάμενος, καὶ μισήσας· ἐπειδὴ καὶ τὴν ἑαυτοῦ σάρκα· πρὸς τούτων (3) γυμνὸς, καὶ ἀμέριμνος, καὶ ἀόκνως Χριστῷ ἀκολουθεῖ, πρὸς τὸν οὐρανὸν ἀεὶ βλέπων, καὶ τὴν ἐκεῖθεν βοήθειαν ἀναδεχόμενος, κατὰ τὸν εἰπόντα ἅγιον· Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, καὶ τὸν ἄλλον τὸν ἀείμνηστον εἰρηκότα· Ἐγὼ δὲ οὐκ ἐκοπίασα κατακολουθῶν σοι, καὶ ἡμέραν, ἢ ἀνάπαυσιν ἀνθρώπου οὐκ ἐπεθύμησα, Κύριε (4). Αἰσχύνη μεγίστη ὑπάρχει τὸ πάντα τὰ προειρημένα καταλιπόντας μετὰ τὴν κλῆσιν ἡμῶν, ἣν ὁ Κύριος κέκληκεν ἡμᾶς, καὶ οὐκ ἄνθρωπος, τινὸς φροντίζειν μὴ δυναμένου ἡμᾶς εὐεργετῆσαι ἐν τῇ ὥρᾳ τῆς ἀνάγκης ἡμῶν, ἤγουν τῆς ἐξόδου. Τοῦτο γάρ ἐστιν ὅπερ εἶπεν ὁ Κύριος, στραφῆναι εἰς τὰ ὀπίσω, καὶ μὴ εὑρεθῆναι εὔθετον εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ὁ Κύριος ἡμῶν τὸ εὐόλισθον ἡμῶν τῶν εἰσαγωγικῶν γινώσκων, καὶ ὡς εὐχερῶς ἐν τοῖς κοσμικοῖς συνδιάγοντες, ἢ συντυγχάνοντες, πάλιν ἐπὶ τὸν κόσμον στρεφόμεθα, φησὶ πρὸς τὸν εἰρηκότα αὐτῷ· Ἐπίτρεψόν μοι ἀπελθεῖν θάψαι τὸν πατέρα μου. Ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶννεκρούς. Οἱ δαίμονες μετὰ τὴν