Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/333

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
657658
SCALA PARADISI.—GRADUS II.

μίας πόμα καθάρσιον· μυκτηρισμοὶ, καταγέλωτες, ἐμπαισμοὶ, ἐκκοπὴ θελημάτων οἰκείων, προσκρούσεων ὑπομονὴ, περιφρονήσεως ἀγογγυσία, ὕβρεων βία, ἀδικούμενον ὑπομένειν ἰσχυρῶς, καταλαλούμενον μὴ ἀγανακτεῖν, ἐξουδενούμενον μὴ ὀργίζεσθαι, κατακρινόμενον ταπεινῶσαι. Μακάριοι οἱ τὴν ὁδὸν τῶν προειρημένων ὁδῶν (15) πορευόμενοι, ὅτι αὐτῶν ἐστι ἡ βασιλεία τῶν οὐρανῶν. Οὐδεὶς ἐν τῷ οὐρανίῳ νυμφῶνι στεφανηφορῶν ἐλεύσεται [A. στεφανηφόρος εἰσελεύσεται], μὴ τὴν πρώτην, καὶ δευτέραν, καὶ τρίτην ἀποταγὴν ἀποταξάμενος· λέγω δὴ τὴν πάντων πραγμάτων, καὶ ἀνθρώπων, καὶ γονέων, καὶ τὴν ἐκκοπτὴν τοῦ ἰδίου θελήματος· καὶ τρίτην ἀποταγὴν τῆς κενοδοξίας, τῆς ἐπακολουθούσης τῇ ὑπακοῇ· Ἐξέλθετε ἐκ μέσου αὐτῶν, καὶ ἀφορίσθητε (16)· καὶ ἀκαθαρσίας κόσμου μὴ ἅπτεσθε[ἅφησθε], λέγει Κύριος. Τίς γὰρ παρ᾿ ἐκείνοις θαύματα πεποίηκε πώποτε; τίς νεκροὺς ἤγειρε; τίς δαίμονας ἀπήλασεν; Οὐδείς. Ταῦτα γὰρ πάντα μοναχῶν τὰ ἔπαθλα, ἃ ὁ κόσμος χωρῆσαι οὐ δύναται. Εἰ γὰρ ἠδύνατο, περὶ τί ἡ ἄσκησις, ἤγουν ἡ ἀναχώρησις; Ὁπόταν οἱ δαίμονες μετὰ τὴν ἀποταγὴν τῇ πρὸς τοὺς γονεῖς ἡμῶν μνήμῃ, καὶ ἀδελφοὺς, καὶ καρδίαν ἡμῶν ἐκθερμαίνουσι, τότε ἡμεῖς τῇ προσευχῇ κατ᾿ αὐτῶν ὁπλισώμεθα, καὶ τῇ τοῦ αἰωνίου πυρὸς μνήμῃ ἑαυτοὺς πυρώσωμεν, ἵνα τῇ τούτου ὑπομνήσει τὸ ἄκαιρον (17) τῆς καρδίας πῦρ κατασβέσωμεν. Εἴ (18) τις ἀπροσπαθῶς πρὸς οἷον οὖν [οἱονοῦν] πρᾶγμα διακεῖσθαι νομίζει. Ἐπὶ δὲ τῇ τούτου ἀποστερήσει τὴν καρδίαν λελύπηται, ὁ τοιοῦτος τελείως ἑαυτὸν ἠπάτησεν. Ὅσοι νέοι περὶ τοὺς τῶν σωμάτων ἔρωτας, καὶ τὴν τροφὴν ἐμμανῶς διάκεινται, καὶ τῇ μοναδικῇ πολιτείᾳ προσελθεῖν βούλονται, πάσῃ νήψει καὶ προσευχῇ ἑαυτοὺς γυμνάσωσι, καὶ πείσωσι πάσης (19) τρυφῆς, καὶ πονηρίας ἀπέχεσθαι· μήπως γένωνται αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων. Ὁ λιμὴν καὶ σωτηρίας, καὶ κινδύνων πρόξενος, καὶ τοῦτο γινώσκουσιν οἱ τὴν νοητὴν θάλασσαν πλέοντες. Ἐλεεινὸν δὲ ἰδέσθαι θέαμα, τοὺς ἐν τῷ πελάγει διασωθέντας, ἐν τῷ λιμένι ναυαγήσαντας.

Δευτέρα ἀνάβασις· ὁ τρέχων μὴ τὴν σύζυγον, ἀλλὰ τὸν Λὼτ μιμούμενος φεύγῃ.


ΣΧΟΛΙΑ ΕΙΣ ΛΟΓΟΝ Β΄
Περὶ ἀπροσπαθείας.
Σχόλιον α΄.

Ὅστις ἐν ἀπαθείᾳ καὶ συμπαθείᾳ ἀμετάτρεπτος πρὸς τὴν ἀγάπην ἕστηκεν, οὗτος ἐν ἀληθείᾳ ἀγαπᾷ τὸν ἀγαπώμενον. Τὸ δὲ τιθέναι τὸν νοῦν πρὸς σχέσεις, καὶ φροντίδας τῶν κατὰ κόσμον, πρὸς τὰ, ἀφ᾿ ὧν ἐξελήλυθεν ἐπιστραφῆναί ἐστιν.