Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/323

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
637638
SCALA PARADISI. — GRADUS I.

καὶ ἐκ τούτου πολλάκις τινὲς ἑαυτοὺς ἀνεπτέρωσαν. Ὁπότ᾿ ἂν ἡ ψυχὴ ἑαυτὴν προδοῦσα τὴν θέρμην ἀπολέσῃ τὴν μακαρίαν καὶ ἐπήρατον, ζητησάτω ἐπιμελῶς ἐκ ποίας αἰτίας αὐτῆς ἐστέρηται, καὶ κατ᾿ ἐκείνης ὅλον τὸν πόθον, καὶ τὴν σπουδὴν ἀναλαβέτω. Οὐκ ἔστι γὰρ δι᾿ ἑτέρας πύλης αὐτὴν ἐπαναστρέψαι, εἰ μὴ δι᾿ ἧς καὶ ἐξελήλυθεν. Ὁ μὲν ἐκ φόβου τὴν ὑποταγὴν ποιησάμενος, ἴσως τῷ καιομένῳ θυμιάματι προσέοικεν, ἐν ἀρχαῖς μὲν ἐξ εὐωδίας ἀρξάμενον [ἴσως, ἀρξαμένῳ] ὕστερον δὲ εἰς καπνὸν καταλῆξαν [καταλήξαντι]· ὁ δὲ ἐκ (16) μισθοῦ, ὀνικὸς μύλος καθίσταται, διὰ παντὸς ὡσαύτως κινούμενος· ὁ δὲ ἐξ ἀγάπης θείας τὴν ἀναχώρησιν ποιούμενος, εὐθέως πῦρ ἐν προοιμίοις κέκτηται· καὶ ἴσως ἐν ὕλῃ βληθὲν, κατὰ πρόσωπον σφοδροτέραν τὴν πυρὰν ἐξάψοιεν. Εἰσί (17) τινες οἱ ἐπάνω λίθων πλίνθους οἰκοδομοῦντες· καὶ εἰσὶν ἕτεροι, οἳ ἐπάνω γῆς στύλους ἑδραίωσαν· καὶ εἰσὶν ἄλλοι μικρὸν πεζεύσαντες, καὶ τῶν νεύρων, καὶ ἁρμῶν θαλφθέντες, ὀξυτέρως ἐβάδισαν, ὁ νοῶν νοείτω λόγον συμβολικόν. Ὡς ὑπὸ Θεοῦ καὶ βασιλέως κληθέντες προθύμως δράμωμεν, μήπως ὀλιγοχρόνιοι ὄντες ἐν ἡμέρᾳ θανάτου ἄκαρποι εὑρεθῶμεν, καὶ τῷ λιμῷ τελευτήσωμεν. Εὐαρεστήσωμεν Κυρίῳ ὡς στρατιῶται βασιλεῖ. Μετὰ γὰρ στρατείαν τότε τὴν ἀκριβῆ δουλείαν ἀπαιτούμεθα. Φοβηθῶμεν τὸν Κύριον ὡς τὰ θηρία. Εἶδον γὰρ ἄνδρας συλῆσαι πορευθέντας, καὶ Θεὸν μὲν οὐκ ἐφοβήθησαν, κυνῶν δὲ φωνὴν ἐν τῷ τόπῳ ἀκούσαντες εὐθέως ὑπέστρεψαν. Καὶ ὅπερ φόβος Θεοῦ οὐκ ἐποίησε, τοῦτο φόβος θηρίων ἴσχυσεν. Ἀγαπήσωμεν τὸν Κύριον, ὡς τοὺς φίλους σεβόμεθα. Εἶδον γὰρ πολλάκις τινὰς τὸν Θεὸν λυπήσαντας, καὶ οὐδεμίαν μέριμναν περὶ τούτου ἐσχηκότας· καὶ εἶδον τοὺς αὐτοὺς, τοὺς ἑαυτῶν ἀγαπητοὺς ἔν τινι ψιλῷ παραπικράσαντας, καὶ πᾶσαν μηχανὴν, πᾶσαν ἐπίνοιαν, πᾶσαν θλίψιν, πᾶσαν ἐξομολόγησιν δι᾿ ἑαυτῶν, διὰ φίλων, διὰ δώρων ποιήσαντας, ἵνα εἰς τὴν ἀρχαίαν ἀγάπην ἐπιστρέψωσιν. Ἐν αὐταῖς ταῖς ἀρχαῖς τῆς ἀποταγῆς πάντως μετὰ κόπου, καὶ πικρίας τὰς ἀρετὰς κατεργαζόμεθα· προκόψαντες δὲ λοιπὸν, ἀλύπως ἐν αὐταῖς, καὶ μικρὸν λυπούμενοι διακείμεθα. Ὅταν δὲ τὸ θνητὸν ἡμῶν φρόνημα καταποθῇ καὶ κυριευθῇ ὑπὸ τῆς προθυμίας, τὸ λοιπὸν μετὰ πάσης χαρᾶς, καὶ σπουδῆς, καὶ πόθου, καὶ φλογὸς θείας αὐτὰς κατεργαζόμεθα. Καθόσον ἐπαινετοὶ οἱ εὐθέως ἐκ προοιμίων μετὰ πάσης χαρᾶς, καὶ προθυμίας τὰς ἐντολὰς ἐκτελοῦντες· κατὰ τοσοῦτον ἐλεεινοὶ, οἱ ἐν τῇ ἀσκήσει χρονίσαντες, καὶ ἔτι μετὰ κόπου αὐτὰς μετερχόμενοι, κἂν μετέρχονται. Μηδὲ τὰς περιστατικὰς ἀποταγὰς βδελυζώμεθα ἢ κατακρίνωμεν. Εἶδον γάρ τινας φεύγοντας, καὶ ἀκουσίως τῷ βασιλεῖ προσερχομένους, καὶ ἀπαντῶντας προσερχομένῳ, καὶ τούτῳ λοιπὸν ἀκουσίως ὀψικεύσαντας, καὶ ἐν τῷ παλατίῳ αὐτῷ συνεισελθόντας, καὶ τούτῳ συναριστήσαντας. Εἶδον σπόρον ἐν γῇ ἀκουσίως ἐκπεσόντα, καὶ καρπὸν πολὺν, καὶ εὐθαλῆ πεποιηκότα· ὥσπερ καὶ ἔμπαλιν. Εἶδον ἐν ἰατρείῳ τινὰ κατά τινα ἑτέραν χρείαν παραγενόμενον, καὶ ὑπὸ τοῦ ἰατροῦ ἀστειότητι κρατηθέντα, καὶ ἀποστυφθέντα, καὶ τὴν ἐπικειμένην τῷ φωτὶ