Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/322

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
635636
S. JOANNIS CLIMACI

μεσίτου πρὸς Θεὸν, καὶ μετὰ Θεὸν δεόμεθα, ὅπως τε ὑπὲρ ἡμῶν μέσος πράξεως καὶ θεωρίας ἑστὼς τὰς χεῖρας πρὸς Θεὸν ἐκτείνοι, ἵνα οἱ καθοδηγούμενοι τήν τε θάλασσαν τῶν ἁμαρτημάτων περάσωσι, καὶ τὸν Ἀμαλὴκ τῶν παθῶν τροπώσωνται. Ἠπατήθησαν τοίνυν οἱ ἑαυτοὺς ἀποδιδόντες, καὶ μηδενὸς τοῦ προηγουμένου χρῄζειν ὑπονοήσαντες. Οἱ μὲν ἐξ (12) Αἰγύπτου ἐξιόντες, Μωσέα· οἱ δὲ ἐκ Σοδόμων ἐκφυγόντες, ἄγγελον τὸν καθηγοῦντα ἐκέκτηντο. Καὶ οἱ μὲν τοῖς τὰ ψυχικὰ πάθη ἰωμένοις δι᾿ ἐπιμελείας ἰατρῶν ἐοίκασιν, οἵτινές εἰσιν οἱ ἐξ Αἰγύπτου ἐκπορευόμενοι. Οἱ δὲ τὴν τοῦ δυστήνου σώματος ἀκαθαρσίαν ἐπιποθοῦσιν ἐκδύσασθαι. Διὸ καὶ ἀγγέλου, ἢ γοῦν ἰσαγγέλου, ἵνα οὕτως εἴπω, τοῦ συμβοηθοῦντος ἐπιδέονται. Καὶ γὰρ τὴν σηπεδόνα τῶν τραυμάτων, τεχνίτου λίαν, καὶ ἰατροῦ ἐπιδεόμεθα. (13) Βίας ἀληθῶς καὶ ἀπαύστων ὀδυνῶν οἱ εἰς οὐρανὸν μετὰ σώματος ἀνελθεῖν ἐπιχειρήσαντες δέονται· καὶ μάλιστα ἐν προοιμίοις αὐτοῖς τῆς ἀποταγῆς· ἄχρις οὗ τὸ φιλήδονον ἡμῶν ἦθος καὶ ἀνάλγητος καρδία, εἰς φιλοθεΐαν, καὶ ἁγνισμὸν διὰ πένθους ἐναργοῦς κατασταθῶσι. Μόχθος γὰρ ὄντως, μόχθος, καὶ πολλὴ καὶ ἀόρατος ἡ πικρία, καὶ μάλιστα τοῖς ἀμελῶς διακειμένοις, ἄχρις οὗ τὸν φιλομάκελλον κύνα νοῦν, καὶ φιλόβρομον, φίλαγνόν τινα καὶ φιλεπίσκοπον, δι᾿ ἁπλότητος, καὶ ἀοργησίας βαθείας, καὶ ἐπιμελείας ποιήσωμεν. Πλὴν θαρσῶμεν οἱ ἐμπαθεῖς, καὶ ἀδυνάμενοι, πίστει ἀδιστάκτῳ τὴν ἡμετέραν ἀσθένειαν, καὶ ψυχικὴν ἀδυναμίαν τῇ χειρὶ ἡμῶν, τῇ δεξιᾷ Χριστῷ προσφέροντες, καὶ ἐξομολογούμενοι· καὶ πάντως τὴν αὐτοῦ βοήθειαν, καὶ ὑπὲρ τὴν ἑαυτῶν ἀξίαν κομιζόμεθα· ἐν βυθῷ μέντοι ταπεινοφροσύνης ἑαυτοὺς διηνεκῶς καταφέροντες. Γινωσκέτωσαν πάντες οἱ ἐν τῷ καλῷ ἀγῶνι τούτῳ τῷ (14) σκληρῷ, καὶ στενῷ, καὶ ἐλαφρῷ προσερχόμενοι, ὡς εἰς πῦρ προσεληλύθασιν εἰσπηδῆσαι, εἴπερ πῦρ ἄϋλον ἐν ἑαυτοῖς ἐνοικῆσαι ἐκδέχονται. Δοκιμαζέτω δὲ ἕκαστος ἑαυτὸν, καὶ εἶθ᾿ οὕτως ἐκ τοῦ ἄρτου αὐτῆς τοῦ μετὰ πικρίδων, καὶ ἐκ τοῦ ποτηρίου αὐτῆς τοῦ μετὰ δακρύων ἐσθιέτω, καὶ πινέτω, ἵνα μὴ εἰς κρῖμα ἑαυτῷ στρατεύηται. Εἰ οὐ πᾶς ὁ (15) βαπτιζόμενος σέσωσται, τὸ ἑξῆς σιωπήσομαι, πάντα ἀπαρνήσονται, πάντα καταφρονήσουσι· πάντα καταγελάσονται· πάντα ἐκτινάξονται οἱ προσερχόμενοι, ἵνα καλὸν θεμέλιον καταβάλωνται. Καλὸς τρίδομος καὶ τρίστυλος θεμέλιος ἀκακία, νηστεία, σωφροσύνη. Πάντες οἱ ἐν Χριστῷ νήπιοι διὰ τούτων ἀρχέσθωσαν, τεχμήριον λαμβάνοντες τὰ αἰσθητὰ νήπια. Οὐδὲν γίνεται παρὰ ἐκείνοις δεινὸν, οὐδὲν ὕπουλον εὑρεθήσεταί ποτε· οὐ κόρος ἀκόρεστος· οὐ γαστὴρ ἀχόρταστος· οὐ σῶμα πυρούμενον. Ἴσως γὰρ κατὰ τὴν αὔξησιν τῆς τροφῆς λοιπὸν προκόπτονται· καὶ τὴν πύρωσιν προσλαμβάνονται. Μισητὸν ἀληθῶς καὶ ἐπικίνδυνον τὸ ἐξ εἰσόδου τῆς πάλης χαυνωθῆναι τὸν παλαίοντα, πᾶσι διδόντα τεχμήριον τῆς ἑαυτοῦ σφαγῆς. Ἔστω ἡμῖν πάντως ἐκ τῆς στεῤῥᾶς ἀρχῆς, καὶ ἐν τῇ μετ᾿ αὐτὴν χαυνώσει ὠφέλεια. Ψυχὴ γὰρ ἀνδρισαμένη, καὶ ὑποχαλάσασα, ὑπὸ τῆς μνήμης τῆςἀρχαίας σπουδῆς, ὡς ὑπὸ κέντρου. πλήσσεται. Διὸ