Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/324

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
639640
S. JOANNIS CLIMACI

αὐτοῦ ἀχλὺν ἀποβαλόντα· καὶ γέγονε τὰ ἀκούσια τῶν ἔν τισιν ἑκουσίων βεβαιότερα, καὶ κυριώτερα. Μηδεὶς βάρος (19) καὶ πλῆθος ἁμαρτιῶν προφασιζόμενος ἀνάξιον ἑαυτὸν τοῦ μοναχικοῦ ἐπαγγέλματος ἀποκαλοῖτο· καὶ διὰ ἡδυπάθειαν ἑαυτὸν εὐτελίζειν νομιζέτω, προφασιζόμενος προφάσεις ἐν ἁμαρτίαις Ὅπου γὰρ πολλὴ ἡ σηπεδὼν, ἐκεῖ καὶ μεγάλης ἰατρείας χρεία, ἵνα τὸν ῥύπον ἀπόθηται. Οἱ γὰρ (20) ὑγιαίνοντες ἐν ἰατρείῳ οὐ παραγίνονται. Εἰ βασιλέως ἐπιγείου καλέσαντος, καὶ εἰς τὴν κατὰ πρόσωπον αὐτοῦ δουλείαν στρατεῦσαι θελήσαντος, οὐκ ἀναμένομεν, οὐ προφασιζόμεθα· ἀλλὰ πάντα καταλείψαντες προθύμως αὐτὸν καταφθάνομεν· πρόσχωμεν ἑαυτοῖς, μή πως τοῦ Βασιλέως τῶν βασιλέων, καὶ Κυρίου τῶν κυρίων, καὶ Θεοῦ τῶν θεῶν καλοῦντος ἡμᾶς εἰς τὴν οὐράνιον ταύτην τάξιν, ἐξ ὀκνηρίας, καὶ ῥᾳθυμίας παραιτησώμεθα, καὶ ἐν τῷ μεγάλῳ βήματι εὑρεθῶμεν ἀναπολόγητοι· δυνατὸν μὲν γὰρ καὶ δεδεμένον τοῖς τοῦ βίου πράγμασι, καὶ σιδηραῖς φροντίσι βαδίζειν, ἀλλὰ δυσχερῶς. Ἐπεὶ καὶ οἱ σίδηρα περικείμενοι ἐν τοῖς ποσὶν πολλάκις βαδίζουσιν. Ἀλλὰ συνεχῶς προσκόπτουσι, καὶ τραύματα ἐκ τούτου δέχονται. Ὁ γὰρ ἄγαμος ἐν τῷ κόσμῳ μόνοις τοῖς πράγμασι δεδεμένος, τῷ ἐν χερσὶ τὰ κλοιὰ περικειμένῳ ἔοικε (διὸ καὶ ὅτε βούλεται δραμεῖν πρὸς τὸν μονήρη βίον οὐ κωλύεται)· ὁ δὲ γήμας, τῷ ἐν χερσὶ καὶ ποσὶ τοὺς δεσμοὺς περικειμένῳ

(21) Ἤκουσά τινων ἐν κόσμῳ ἀμελῶς διακειμένων, εἰρηκότων πρός με· Πῶς δυνάμεθα ὁμοζύγῳ συζῶντες, καὶ δημοσίαις φροντίσι περικείμενοι τὸν μοναδικὸν βίον μετελθεῖν; Πρὸς οὓς ἀπεκρίθημεν.

(22) Πάντα ὅσα δύνασθε ποιεῖν ἀγαθὰ, ποιήσατε· μηδένα λοιδορήσητε· μηδένα κλέψητε· μηδενὶ ψεύσησθε· μηδενὸς κατεπερθῆτε [κατεπαρθῆτε]· μηδένα μισήσητε· τῶν συνάξεων μὴ χωρίζησθε· τοῖς δεομένοις συμπαθήσατε· μηδένα σκανδαλίσητε· ἀλλοτρίᾳ μερίδι μὴ προσεγγίσητε· καὶ ἀρκεῖσθε τοῖς ὀψωνίοις τῶν γυναικῶν ὑμῶν. Ἐὰν οὕτως ποιήσητε, οὐ μακρὰν