Σελίδα:Orphica, ed. Eugenius Abel (1885).djvu/58

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
44
ΑΡΓΟΝΑΥΤΙΚΑ.

καὶ δ’ αἶψα ψυχαὶ μετεκίαθον εἰς Ἀχέροντα 1140
πορθμίδος ἐκ γλαφυρῆς· σχεδόθεν δέ οἳ εἶσι πόληος (1146)
ἄρρηκτοί τ’ Ἀϊδαο πύλαι καὶ δῆμος Ὀνείρων.
ἀλλ’ ὅτε δὴ καὶ τῶνδε πόλιν καὶ ἤθεα λαῶν
σφῇ ἄτῃ βαρὺν οἶτον ἀναπλήσαντες ἔβημεν,
δή ῥα τότ’ Ἀγκαῖος νῆ’ ἐς κίεν· αἶψα δ’ ἑταίρους 1145
εἰσβαίνειν ἐκέλευσε κεκμηότας ἄμμιγα πάντας. (1151)
τοὺς ὅγε καὶ μύθοισι προσηύδα μειλιχίοισι·
Τλῆτε φίλοι τὸν μόχθον, ἐπεὶ νύ τοι οὔ τι χέρειον
ἔλπομ’ ἀναστήσεσθαι· ἐπιφρίσσοντα γὰρ ἤδη
ἀκραῆ Ζέφυρον καταδέρκομαι· οὐδ’ ἀτέκμαρτον 1150
ὕδωρ Ὠκεανοῦ κελαρύζεται ἐν ψαμάθοισιν. (1156)
ἀλλὰ θοῶς ἱστὸν μὲν ένιστήσασθε μεσόδμῃ,
λύσατε δὲ προτόνοις ὀθόνας· ἐκ δ’ ὄπλα χέοντες,
σφίγξατ’ ἐπισταμένως τοίχων ἑκάτερθε βαλόντες.
 Ὣς οἳ μὲν τὰ ἕκαστα πονείαθον· ἐκ δ’ ἄρα κοίλης 1155
νηὸς ἐπιβρομέουσα Τομαριὰς ἔκλαγε φηγός, (1161)
ἥν ποθ’ ὑπ’ Ἀργῴησι τομαῖς ἡρμόσσατο Παλλάς·
Ὧδέ δ’ ἔφη, θάμβος δὲ περὶ φρένας ἵκετο πάντας·
Ὤμοι ἐγών, ὄφελόν με διαρραισθείσαν ὀλέσθαι
Κυανέαις πέτρῃσιν ἐν Ἀξείνῳ τε κλύδωνι· 1160
ἢ καὶ νῦν ἀνάπυστον ἀιδρείη βασιλήων (1166)
νώνυμνος φορέεσθαι, ἐπεὶ νῦν αἰὲν Ἐριννὺς
αἵματος ἐμφύλοιο δεδουπότος Ἀψύρτοιο
ὑστερόπους ἕπεται· στέργει δέ τοι ἄτη ἐπ’ ἄτην.
νῦν γὰρ δὴ λυγρῇ τε καὶ ἀλγεινῇ κακότητι 1165
ἔξομαι, ἢν νήσοισιν Ἰερνίσιν ἆσσον ἵκωμαι. (1171)