Σελίδα:Homeri Opera, vol. 5 (1912).djvu/38

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
ΥΜΝΟΙ

Ἴμβρος τ’ εὐκτιμένη καὶ Λῆμνος ἀμιχθαλόεσσα
Λέσβος τ’ ἠγαθέη Μάκαρος ἕδος Αἰολίωνος
καὶ Χίος, ἣ νήσων λιπαρωτάτη εἰν ἁλὶ κεῖται,
παιπαλόεις τε Μίμας καὶ Κωρύκου ἄκρα κάρηνα
καὶ Κλάρος αἰγλήεσσα καὶ Αἰσαγέης ὄρος αἰπὺ 40
καὶ Σάμος ὑδρηλὴ Μυκάλης τ’ αἰπεινὰ κάρηνα
Μίλητός τε Κόως τε, πόλις Μερόπων ἀνθρώπων,
καὶ Κνίδος αἰπεινὴ καὶ Κάρπαθος ἠνεμόεσσα
Νάξος τ’ ἠδὲ Πάρος Ῥήναιά τε πετρήεσσα,
τόσσον ἔπ’ ὠδίνουσα Ἑκηβόλον ἵκετο Λητώ, 45
εἴ τίς οἱ γαιέων υἱεῖ θέλοι οἰκία θέσθαι.
αἳ δὲ μάλ’ ἐτρόμεον καὶ ἐδείδισαν, οὐδέ τις ἔτλη
Φοῖβον δέξασθαι καὶ πιοτέρη περ ἐοῦσα
πρίν γ’ ὅτε δή ῥ’ ἐπὶ Δήλου ἐβήσατο πότνια Λητώ,
καί μιν ἀνειρομένη ἔπεα πτερόεντα προσηύδα· 50
Δῆλ’ εἰ γάρ κ’ ἐθέλοις ἕδος ἔμμεναι υἷος ἐμοῖο
Φοίβου Ἀπόλλωνος, θέσθαι τ’ ἔνι πίονα νηόν·
ἄλλος δ’ οὔτις σεῖό ποθ’ ἅψεται, οὐδέ σε λήσει,
οὐδ’ εὔβων σέ γ’ ἔσεσθαι ὀίομαι οὔτ’ εὔμηλον,
οὐδὲ τρύγην οἴσεις, οὔτ’ ἂρ φυτὰ μυρία φύσεις. 55

22