Σελίδα:Homeri Opera, vol. 5 (1912).djvu/37

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
ΕΙΣ ΑΠΟΛΛΩΝΑ

χαῖρε μάκαιρ’ ὦ Λητοῖ, ἐπεὶ τέκες ἀγλαὰ τέκνα
Ἀπόλλωνά τ’ ἄνακτα καὶ Ἄρτεμιν ἰοχέαιραν, 15
τὴν μὲν ἐν Ὀρτυγίῃ, τὸν δὲ κραναῇ ἐνὶ Δήλῳ,
κεκλιμένη πρὸς μακρὸν ὄρος καὶ Κύνθιον ὄχθον,
ἀγχοτάτω φοίνικος, ἐπ’ Ἰνωποῖο ῥεέθροις.
Πῶς τ’ ἄρ σ’ ὑμνήσω πάντως εὔυμνον ἐόντα;
πάντη γάρ τοι, Φοῖβε, νόμοι βεβλήαται ᾠδῆς, 20
ἠμὲν ἀν’ ἤπειρον πορτιτρόφον ἠδ’ ἀνὰ νήσους.
πᾶσαι δὲ σκοπιαί τοι ἅδον καὶ πρώονες ἄκροι
ὑψηλῶν ὀρέων ποταμοί θ’ ἅλαδε προρέοντες,
ἀκταί τ’ εἰς ἅλα κεκλιμέναι λιμένες τε θαλάσσης.
ἦ ὥς σε πρῶτον Λητὼ τέκε χάρμα βροτοῖσι, 25
κλινθεῖσα πρὸς Κύνθου ὄρος κραναῇ ἐνὶ νήσῳ
Δήλῳ ἐν ἀμφιρύτῃ; ἑκάτερθε δὲ κῦμα κελαινὸν
ἐξῄει χέρσονδε λιγυπνοίοις ἀνέμοισιν·
ἔνθεν ἀπορνύμενος πᾶσι θνητοῖσιν ἀνάσσεις.
ὅσσους Κρήτη τ’ ἐντὸς ἔχει καὶ δῆμος Ἀθηνῶν 30
νῆσός τ’ Αἰγίνη ναυσικλειτή τ’ Εὔβοια
Αἰγαί τ’ Εἰρεσίαι τε καὶ ἀγχιάλη Πεπάρηθος
Θρηίκιός τ’ Ἀθόως καὶ Πηλίου ἄκρα κάρηνα
Θρηικίη τε Σάμος Ἴδης τ’ ὄρεα σκιόεντα
Σκῦρος καὶ Φώκαια καὶ Αὐτοκάνης ὄρος αἰπὺ 35

21