Σελίδα:Homeri Opera, vol. 5 (1912).djvu/39

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
ΕΙΣ ΑΠΟΛΛΩΝΑ

αἶ δέ κ’ Ἀπόλλωνος ἑκαέργου νηὸν ἔχῃσθα,
ἄνθρωποί τοι πάντες ἀγινήσουσ’ ἑκατόμβας
ἐνθάδ’ ἀγειρόμενοι, κνίσση δέ τοι ἄσπετος αἰεὶ
δημοῦ ἀναΐξει, βοσκήσεις θ’ οἵ κέ σ’ ἔχωσι
χειρὸς ἀπ’ ἀλλοτρίης, ἐπεὶ οὔ τοι πῖαρ ὑπ’ οὖδας. 60
Ὣς φάτο· χαῖρε δὲ Δῆλος, ἀμειβομένη δὲ προσηύδα·
Λητοῖ κυδίστη θύγατερ μεγάλου Κοίοιο,
ἀσπασίη κεν ἐγώ γε γονὴν ἑκάτοιο ἄνακτος
δεξαίμην· αἰνῶς γὰρ ἐτήτυμόν εἰμι δυσηχὴς
ἀνδράσιν, ὧδε δέ κεν περιτιμήεσσα γενοίμην. 65
ἀλλὰ τόδε τρομέω Λητοῖ ἔπος, οὐδέ σε κεύσω·
λίην γάρ τινά φασιν ἀτάσθαλον Ἀπόλλωνα
ἔσσεσθαι, μέγα δὲ πρυτανευσέμεν ἀθανάτοισι
καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν.
τῷ ῥ’ αἰνῶς δείδοικα κατὰ φρένα καὶ κατὰ θυμὸν 70
μὴ ὁπότ’ ἂν τὸ πρῶτον ἴδῃ φάος ἠελίοιο
νῆσον ἀτιμήσας, ἐπεὶ ἦ κραναήπεδός εἰμι,
ποσσὶ καταστρέψας ὤσῃ ἁλὸς ἐν πελάγεσσιν.
ἔνθ’ ἐμὲ μὲν μέγα κῦμα κατὰ κρατὸς ἅλις αἰεὶ
κλύσσει ὁ δ’ ἄλλην γαῖαν ἀφίξεται ἥ κεν ἅδῃ οἱ 75
τεύξασθαι νηόν τε καὶ ἄλσεα δενδρήεντα·
πουλύποδες δ’ ἐν ἐμοὶ θαλάμας φῶκαί τε μέλαιναι

23