Σελίδα:Homeri Opera, vol. 2 (1920).djvu/281

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
24. ΙΛΙΑΔΟΣ Ω

ἀφνειὸς μὲν ὅ γ’ ἐστί, γέρων δὲ δὴ ὡς σύ περ ὧδε,
ἓξ δέ οἱ υἷες ἔασιν, ἐγὼ δέ οἱ ἕβδομός εἰμι·
τῶν μέτα παλλόμενος κλήρῳ λάχον ἐνθάδ’ ἕπεσθαι. 400
νῦν δ’ ἦλθον πεδίονδ’ ἀπὸ νηῶν· ἠῶθεν γὰρ
θήσονται περὶ ἄστυ μάχην ἑλίκωπες Ἀχαιοί.
ἀσχαλόωσι γὰρ οἷδε καθήμενοι, οὐδὲ δύνανται
ἴσχειν ἐσσυμένους πολέμου βασιλῆες Ἀχαιῶν.»
 Τὸν δ’ ἠμείβετ’ ἔπειτα γέρων Πρίαμος θεοειδής· 405
«εἰ μὲν δὴ θεράπων Πηληϊάδεω Ἀχιλῆος
εἴς, ἄγε δή μοι πᾶσαν ἀληθείην κατάλεξον,
ἢ ἔτι πὰρ νήεσσιν ἐμὸς πάϊς, ἦέ μιν ἤδη
ᾗσι κυσὶν μελεϊστὶ ταμὼν προὔθηκεν Ἀχιλλεύς.»
 Τὸν δ’ αὖτε προσέειπε διάκτορος Ἀργειφόντης· 410
«ὦ γέρον, οὔ πω τόν γε κύνες φάγον οὐδ’ οἰωνοί,
ἀλλ’ ἔτι κεῖνος κεῖται Ἀχιλλῆος παρὰ νηῒ
αὔτως ἐν κλισίῃσι· δυωδεκάτη δέ οἱ ἠὼς
κειμένῳ, οὐδέ τί οἱ χρὼς σήπεται, οὐδέ μιν εὐλαὶ
ἔσθουσ’, αἵ ῥά τε φῶτας ἀρηϊφάτους κατέδουσιν. 415
ἦ μέν μιν περὶ σῆμα ἑοῦ ἑτάροιο φίλοιο
ἕλκει ἀκηδέστως, ἠὼς ὅτε δῖα φανήῃ,
οὐδέ μιν αἰσχύνει· θηοῖό κεν αὐτὸς ἐπελθὼν
οἷον ἐερσήεις κεῖται, περὶ δ’ αἷμα νένιπται,
οὐδέ ποθι μιαρός· σὺν δ’ ἕλκεα πάντα μέμυκεν, 420
ὅσσ’ ἐτύπη· πολέες γὰρ ἐν αὐτῷ χαλκὸν ἔλασσαν.
ὥς τοι κήδονται μάκαρες θεοὶ υἷος ἑῆος
καὶ νέκυός περ ἐόντος, ἐπεί σφι φίλος περὶ κῆρι.»
Ὣς φάτο, γήθησεν δ’ ὁ γέρων, καὶ ἀμείβετο μύθῳ·
«ὦ τέκος, ἦ ῥ’ ἀγαθὸν καὶ ἐναίσιμα δῶρα διδοῦναι 425
ἀθανάτοις, ἐπεὶ οὔ ποτ’ ἐμὸς πάϊς, εἴ ποτ’ ἔην γε,