Σελίδα:Homeri Opera, vol. 2 (1920).djvu/282

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
24. ΙΛΙΑΔΟΣ Ω

λήθετ’ ἐνὶ μεγάροισι θεῶν, οἳ Ὄλυμπον ἔχουσι·
τώ οἱ ἀπεμνήσαντο καὶ ἐν θανάτοιό περ αἴσῃ.
ἀλλ’ ἄγε δὴ τόδε δέξαι ἐμεῦ πάρα καλὸν ἄλεισον,
αὐτόν τε ῥῦσαι, πέμψον δέ με σύν γε θεοῖσιν, 430
ὄφρά κεν ἐς κλισίην Πηληϊάδεω ἀφίκωμαι.»
Τὸν δ’ αὖτε προσέειπε διάκτορος Ἀργειφόντης·
«πειρᾷ ἐμεῖο, γεραιέ, νεωτέρου, οὐδέ με πείσεις,
ὅς με κέλῃ σέο δῶρα παρὲξ Ἀχιλῆα δέχεσθαι.
τὸν μὲν ἐγὼ δείδοικα καὶ αἰδέομαι περὶ κῆρι 435
συλεύειν, μή μοί τι κακὸν μετόπισθε γένηται.
σοὶ δ’ ἂν ἐγὼ πομπὸς καί κε κλυτὸν Ἄργος ἱκοίμην,
ἐνδυκέως ἐν νηῒ θοῇ ἢ πεζὸς ὁμαρτέων·
οὐκ ἄν τίς τοι πομπὸν ὀνοσσάμενος μαχέσαιτο.»
 Ἦ καὶ ἀναΐξας ἐριούνιος ἅρμα καὶ ἵππους 440
καρπαλίμως μάστιγα καὶ ἡνία λάζετο χερσίν,
ἐν δ’ ἔπνευσ’ ἵπποισι καὶ ἡμιόνοις μένος ἠΰ.
ἀλλ’ ὅτε δὴ πύργους τε νεῶν καὶ τάφρον ἵκοντο,
οἱ δὲ νέον περὶ δόρπα φυλακτῆρες πονέοντο,
τοῖσι δ’ ἐφ’ ὕπνον ἔχευε διάκτορος Ἀργειφόντης 445
πᾶσιν, ἄφαρ δ’ ὤϊξε πύλας καὶ ἀπῶσεν ὀχῆας,
ἐς δ’ ἄγαγε Πρίαμόν τε καὶ ἀγλαὰ δῶρ’ ἐπ’ ἀπήνης.
ἀλλ’ ὅτε δὴ κλισίην Πηληϊάδεω ἀφίκοντο
ὑψηλήν, τὴν Μυρμιδόνες ποίησαν ἄνακτι
δοῦρ’ ἐλάτης κέρσαντες· ἀτὰρ καθύπερθεν ἔρεψαν 450
λαχνήεντ’ ὄροφον λειμωνόθεν ἀμήσαντες·
ἀμφὶ δέ οἱ μεγάλην αὐλὴν ποίησαν ἄνακτι
σταυροῖσιν πυκινοῖσι· θύρην δ’ ἔχε μοῦνος ἐπιβλὴς
εἰλάτινος, τὸν τρεῖς μὲν ἐπιρρήσσεσκον Ἀχαιοί,
τρεῖς δ’ ἀναοίγεσκον μεγάλην κληῗδα θυράων, 455
τῶν ἄλλων· Ἀχιλεὺς δ’ ἄρ’ ἐπιρρήσσεσκε καὶ οἶος·