Σελίδα:Homeri Opera, vol. 2 (1920).djvu/280

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
24. ΙΛΙΑΔΟΣ Ω

ἀλλ’ ἐγὼ οὐδέν σε ῥέξω κακά, καὶ δέ κεν ἄλλον 370
σεῦ ἀπαλεξήσαιμι· φίλῳ δέ σε πατρὶ ἐΐσκω.»
Τὸν δ’ ἠμείβετ’ ἔπειτα γέρων Πρίαμος θεοειδής·
«οὕτω πῃ τάδε γ’ ἐστί, φίλον τέκος ὡς ἀγορεύεις.
ἀλλ’ ἔτι τις καὶ ἐμεῖο θεῶν ὑπερέσχεθε χεῖρα,
ὅς μοι τοιόνδ’ ἧκεν ὁδοιπόρον ἀντιβολῆσαι, 375
αἴσιον, οἷος δὴ σὺ δέμας καὶ εἶδος ἀγητός,
πέπνυσαί τε νόῳ, μακάρων δ’ ἔξεσσι τοκήων.»
Τὸν δ’ αὖτε προσέειπε διάκτορος Ἀργειφόντης·
«ναὶ δὴ ταῦτά γε πάντα, γέρον, κατὰ μοῖραν ἔειπες.
ἀλλ’ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον, 380
ἠέ πῃ ἐκπέμπεις κειμήλια πολλὰ καὶ ἐσθλὰ
ἄνδρας ἐς ἀλλοδαποὺς ἵνα περ τάδε τοι σόα μίμνῃ,
ἦ ἤδη πάντες καταλείπετε Ἴλιον ἱρὴν
δειδιότες· τοῖος γὰρ ἀνὴρ ὤριστος ὄλωλε
σὸς πάϊς· οὐ μὲν γάρ τι μάχης ἐπιδεύετ’ Ἀχαιῶν.» 385
Τὸν δ’ ἠμείβετ’ ἔπειτα γέρων Πρίαμος θεοειδής·
«τίς δὲ σύ ἐσσι, φέριστε τέων δ’ ἔξεσσι τοκήων;
ὥς μοι καλὰ τὸν οἶτον ἀπότμου παιδὸς ἔνισπες.»
Τὸν δ’ αὖτε προσέειπε διάκτορος Ἀργειφόντης·
«πειρᾷ ἐμεῖο γεραιὲ καὶ εἴρεαι Ἕκτορα δῖον. 390
τὸν μὲν ἐγὼ μάλα πολλὰ μάχῃ ἔνι κυδιανείρῃ
ὀφθαλμοῖσιν ὄπωπα, καὶ εὖτ’ ἐπὶ νηυσὶν ἐλάσσας
Ἀργείους κτείνεσκε, δαΐζων ὀξέϊ χαλκῷ·
ἡμεῖς δ’ ἑσταότες θαυμάζομεν· οὐ γὰρ Ἀχιλλεὺς
εἴα μάρνασθαι, κεχολωμένος Ἀτρεΐωνι. 395
τοῦ γὰρ ἐγὼ θεράπων, μία δ’ ἤγαγε νηῦς εὐεργής·
Μυρμιδόνων δ’ ἔξειμι, πατὴρ δέ μοί ἐστι Πολύκτωρ.