Μετάβαση στο περιεχόμενο

Σελίδα:Homeri Opera, vol. 2 (1920).djvu/25

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
13. ΙΛΙΑΔΟΣ Ν

ὄφρα ἴδῃ οἷος Ζηνὸς γόνος ἐνθάδ’ ἱκάνω,
ὃς πρῶτον Μίνωα τέκε Κρήτῃ ἐπίουρον· 450
Μίνως δ’ αὖ τέκεθ’ υἱὸν ἀμύμονα Δευκαλίωνα,
Δευκαλίων δ’ ἐμὲ τίκτε πολέσσ’ ἄνδρεσσιν ἄνακτα
Κρήτῃ ἐν εὐρείῃ· νῦν δ’ ἐνθάδε νῆες ἔνεικαν
σοί τε κακὸν καὶ πατρὶ καὶ ἄλλοισι Τρώεσσιν.»
Ὣς φάτο, Δηΐφοβος δὲ διάνδιχα μερμήριξεν, 455
ἤ τινά που Τρώων ἑταρίσσαιτο μεγαθύμων
ἂψ ἀναχωρήσας, ἦ πειρήσαιτο καὶ οἶος.
ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,
βῆναι ἐπ’ Αἰνείαν· τὸν δ’ ὕστατον εὗρεν ὁμίλου
ἑσταότ’· αἰεὶ γὰρ Πριάμῳ ἐπεμήνιε δίῳ, 460
οὕνεκ’ ἄρ’ ἐσθλὸν ἐόντα μετ’ ἀνδράσιν οὔ τι τίεσκεν.
ἀγχοῦ δ’ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·
«Αἰνεία Τρώων βουληφόρε νῦν σε μάλα χρὴ
γαμβρῷ ἀμυνέμεναι, εἴ πέρ τί σε κῆδος ἱκάνει.
ἀλλ’ ἕπεν, Ἀλκαθόῳ ἐπαμύνομεν, ὅς σε πάρος γε 465
γαμβρὸς ἐὼν ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα·
τὸν δέ τοι Ἰδομενεὺς δουρικλυτὸς ἐξενάριξεν.»
Ὣς φάτο, τῷ δ’ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε,
βῆ δὲ μετ’ Ἰδομενῆα μέγα πτολέμοιο μεμηλώς.
ἀλλ’ οὐκ Ἰδομενῆα φόβος λάβε τηλύγετον ὥς, 470
ἀλλ’ ἔμεν’, ὡς ὅτε τις σῦς οὔρεσιν ἀλκὶ πεποιθώς,
ὅς τε μένει κολοσυρτὸν ἐπερχόμενον πολὺν ἀνδρῶν
χώρῳ ἐν οἰοπόλῳ, φρίσσει δέ τε νῶτον ὕπερθεν·
ὀφθαλμὼ δ’ ἄρα οἱ πυρὶ λάμπετον· αὐτὰρ ὀδόντας
θήγει, ἀλέξασθαι μεμαὼς κύνας ἠδὲ καὶ ἄνδρας· 475
ὣς μένεν Ἰδομενεὺς δουρικλυτός, οὐδ’ ὑπεχώρει,
Αἰνείαν ἐπιόντα βοηθόον· αὖε δ’ ἑταίρους,
Ἀσκάλαφόν τ’ ἐσορῶν Ἀφαρῆά τε Δηΐπυρόν τε