Μετάβαση στο περιεχόμενο

Σελίδα:Homeri Opera, vol. 2 (1920).djvu/26

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
13. ΙΛΙΑΔΟΣ Ν

Μηριόνην τε καὶ Ἀντίλοχον μήστωρας ἀϋτῆς·
τοὺς ὅ γ’ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα· 480
δεῦτε φίλοι, καί μ’ οἴῳ ἀμύνετε· δείδια δ’ αἰνῶς
Αἰνείαν ἐπιόντα πόδας ταχύν, ὅς μοι ἔπεισιν,
ὃς μάλα καρτερός ἐστι μάχῃ ἔνι φῶτας ἐναίρειν·
καὶ δ’ ἔχει ἥβης ἄνθος, ὅ τε κράτος ἐστὶ μέγιστον.
εἰ γὰρ ὁμηλικίη γε γενοίμεθα τῷδ’ ἐπὶ θυμῷ, 485
αἶψά κεν ἠὲ φέροιτο μέγα κράτος, ἠὲ φεροίμην.»
Ὣς ἔφαθ’, οἳ δ’ ἄρα πάντες ἕνα φρεσὶ θυμὸν ἔχοντες
πλησίοι ἔστησαν, σάκε’ ὤμοισι κλίναντες.
Αἰνείας δ’ ἑτέρωθεν ἐκέκλετο οἷς ἑτάροισι,
Δηΐφοβόν τε Πάριν τ’ ἐσορῶν καὶ Ἀγήνορα δῖον, 490
οἵ οἱ ἅμ’ ἡγεμόνες Τρώων ἔσαν· αὐτὰρ ἔπειτα
λαοὶ ἕπονθ’, ὡς εἴ τε μετὰ κτίλον ἕσπετο μῆλα
πιόμεν’ ἐκ βοτάνης· γάνυται δ’ ἄρα τε φρένα ποιμήν·
ὣς Αἰνείᾳ θυμὸς ἐνὶ στήθεσσι γεγήθει,
ὡς ἴδε λαῶν ἔθνος ἐπισπόμενον ἑοῖ αὐτῷ. 495
Οἱ δ’ ἀμφ’ Ἀλκαθόῳ αὐτοσχεδὸν ὁρμήθησαν
μακροῖσι ξυστοῖσι· περὶ στήθεσσι δὲ χαλκὸς
σμερδαλέον κονάβιζε τιτυσκομένων καθ’ ὅμιλον
ἀλλήλων· δύο δ’ ἄνδρες ἀρήϊοι ἔξοχον ἄλλων,
Αἰνείας τε καὶ Ἰδομενεὺς ἀτάλαντοι Ἄρηϊ, 500
ἵεντ’ ἀλλήλων ταμέειν χρόα νηλέϊ χαλκῷ.
Αἰνείας δὲ πρῶτος ἀκόντισεν Ἰδομενῆος·
ἀλλ’ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος,
αἰχμὴ δ’ Αἰνείαο κραδαινομένη κατὰ γαίης
ᾤχετ’, ἐπεί ῥ’ ἅλιον στιβαρῆς ἀπὸ χειρὸς ὄρουσεν. 505
Ἰδομενεὺς δ’ ἄρα Οἰνόμαον βάλε γαστέρα μέσσην,
ῥῆξε δὲ θώρηκος γύαλον, διὰ δ’ ἔντερα χαλκὸς