Μετάβαση στο περιεχόμενο

Σελίδα:Homeri Opera, vol. 2 (1920).djvu/24

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
13. ΙΛΙΑΔΟΣ Ν

νῆας ἔπι γλαφυρὰς φερέτην βαρέα στενάχοντα.
Ἰδομενεὺς δ’ οὐ λῆγε μένος μέγα, ἵετο δ’ αἰεὶ
ἠέ τινα Τρώων ἐρεβεννῇ νυκτὶ καλύψαι, 425
ἢ αὐτὸς δουπῆσαι ἀμύνων λοιγὸν Ἀχαιοῖς.
ἔνθ’ Αἰσυήταο διοτρεφέος φίλον υἱόν,
ἥρω’ Ἀλκάθοον, γαμβρὸς δ’ ἦν Ἀγχίσαο,
πρεσβυτάτην δ’ ὤπυιε θυγατρῶν, Ἱπποδάμειαν,
τὴν περὶ κῆρι φίλησε πατὴρ καὶ πότνια μήτηρ 430
ἐν μεγάρῳ· πᾶσαν γὰρ ὁμηλικίην ἐκέκαστο
κάλλεϊ καὶ ἔργοισιν ἰδὲ φρεσί· τοὔνεκα καί μιν
γῆμεν ἀνὴρ ὤριστος ἐνὶ Τροίῃ εὐρείῃ·
τὸν τόθ’ ὑπ’ Ἰδομενῆϊ Ποσειδάων ἐδάμασσε
θέλξας ὄσσε φαεινά, πέδησε δὲ φαίδιμα γυῖα· 435
οὔτε γὰρ ἐξοπίσω φυγέειν δύνατ’ οὔτ’ ἀλέασθαι,
ἀλλ’ ὥς τε στήλην ἢ δένδρεον ὑψιπέτηλον
ἀτρέμας ἑσταότα στῆθος μέσον οὔτασε δουρὶ
ἥρως Ἰδομενεύς, ῥῆξεν δέ οἱ ἀμφὶ χιτῶνα
χάλκεον, ὅς οἱ πρόσθεν ἀπὸ χροὸς ἤρκει ὄλεθρον· 440
δὴ τότε γ’ αὖον ἄϋσεν ἐρεικόμενος περὶ δουρί.
δούπησεν δὲ πεσών, δόρυ δ’ ἐν κραδίῃ ἐπεπήγει,
ἥ ῥά οἱ ἀσπαίρουσα καὶ οὐρίαχον πελέμιζεν
ἔγχεος· ἔνθα δ’ ἔπειτ’ ἀφίει μένος ὄβριμος Ἄρης·
Ἰδομενεὺς δ’ ἔκπαγλον ἐπεύξατο, μακρὸν ἀΰσας· 445
«Δηΐφοβ’ ἦ ἄρα δή τι ἐΐσκομεν ἄξιον εἶναι
τρεῖς ἑνὸς ἀντὶ πεφάσθαι; ἐπεὶ σύ περ εὔχεαι οὕτω·
δαιμόνι’, ἀλλὰ καὶ αὐτὸς ἐναντίον ἵστασ’ ἐμεῖο,