τρεῖς δ’ ἄρ’ ἀμαλλοδετῆρες ἐφέστασαν· αὐτὰρ ὄπισθε
παῖδες δραγμεύοντες, ἐν ἀγκαλίδεσσι φέροντες, 555
ἀσπερχὲς πάρεχον· βασιλεὺς δ’ ἐν τοῖσι σιωπῇ
σκῆπτρον ἔχων ἑστήκει ἐπ’ ὄγμου γηθόσυνος κῆρ.
κήρυκες δ’ ἀπάνευθεν ὑπὸ δρυῒ δαῖτα πένοντο,
βοῦν δ’ ἱερεύσαντες μέγαν ἄμφεπον· αἳ δὲ γυναῖκες
δεῖπνον ἐρίθοισιν λεύκ’ ἄλφιτα πολλὰ πάλυνον. 560
Ἐν δ’ ἐτίθει σταφυλῇσι μέγα βρίθουσαν ἀλωὴν
καλὴν χρυσείην· μέλανες δ’ ἀνὰ βότρυες ἦσαν,
ἑστήκει δὲ κάμαξι διαμπερὲς ἀργυρέῃσιν.
ἀμφὶ δὲ κυανέην κάπετον, περὶ δ’ ἕρκος ἔλασσε
κασσιτέρου· μία δ’ οἴη ἀταρπιτὸς ἦεν ἐπ’ αὐτήν, 565
τῇ νίσοντο φορῆες ὅτε τρυγόῳεν ἀλωήν.
παρθενικαὶ δὲ καὶ ἠΐθεοι ἀταλὰ φρονέοντες
πλεκτοῖς ἐν ταλάροισι φέρον μελιηδέα καρπόν.
τοῖσιν δ’ ἐν μέσσοισι πάϊς φόρμιγγι λιγείῃ
ἱμερόεν κιθάριζε, λίνον δ’ ὑπὸ καλὸν ἄειδε 570
λεπταλέῃ φωνῇ· τοὶ δὲ ῥήσσοντες ἁμαρτῇ
μολπῇ τ’ ἰυγμῷ τε ποσὶ σκαίροντες ἕποντο.
Ἐν δ’ ἀγέλην ποίησε βοῶν ὀρθοκραιράων·
αἱ δὲ βόες χρυσοῖο τετεύχατο κασσιτέρου τε,
μυκηθμῷ δ’ ἀπὸ κόπρου ἐπεσσεύοντο νομόνδε 575
πὰρ ποταμὸν κελάδοντα, παρὰ ῥοδανὸν δονακῆα.
χρύσειοι δὲ νομῆες ἅμ’ ἐστιχόωντο βόεσσι
τέσσαρες, ἐννέα δέ σφι κύνες πόδας ἀργοὶ ἕποντο.
σμερδαλέω δὲ λέοντε δύ’ ἐν πρώτῃσι βόεσσι
ταῦρον ἐρύγμηλον ἐχέτην· ὃ δὲ μακρὰ μεμυκὼς 580
ἕλκετο· τὸν δὲ κύνες μετεκίαθον ἠδ’ αἰζηοί.
Σελίδα:Homeri Opera, vol. 2 (1920).djvu/159
Εμφάνιση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
18. ΙΛΙΑΔΟΣ Σ