Σελίδα:Homeri Opera, vol. 2 (1920).djvu/160

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
18. ΙΛΙΑΔΟΣ Σ

τὼ μὲν ἀναῤῥήξαντε βοὸς μεγάλοιο βοείην
ἔγκατα καὶ μέλαν αἷμα λαφύσσετον· οἱ δὲ νομῆες
αὔτως ἐνδίεσαν ταχέας κύνας ὀτρύνοντες.
οἱ δ’ ἤτοι δακέειν μὲν ἀπετρωπῶντο λεόντων, 585
ἱστάμενοι δὲ μάλ’ ἐγγὺς ὑλάκτεον ἔκ τ’ ἀλέοντο.
Ἐν δὲ νομὸν ποίησε περικλυτὸς ἀμφιγυήεις
ἐν καλῇ βήσσῃ μέγαν οἰῶν ἀργεννάων,
σταθμούς τε κλισίας τε κατηρεφέας ἰδὲ σηκούς.
 Ἐν δὲ χορὸν ποίκιλλε περικλυτὸς ἀμφιγυήεις, 590
τῷ ἴκελον οἷόν ποτ’ ἐνὶ Κνωσῷ εὐρείῃ
Δαίδαλος ἤσκησεν καλλιπλοκάμῳ Ἀριάδνῃ.
ἔνθα μὲν ἠΐθεοι καὶ παρθένοι ἀλφεσίβοιαι
ὀρχεῦντ’ ἀλλήλων ἐπὶ καρπῷ χεῖρας ἔχοντες.
τῶν δ’ αἳ μὲν λεπτὰς ὀθόνας ἔχον, οἱ δὲ χιτῶνας 595
εἵατ’ ἐϋννήτους, ἦκα στίλβοντας ἐλαίῳ·
καί ῥ’ αἳ μὲν καλὰς στεφάνας ἔχον, οἱ δὲ μαχαίρας
εἶχον χρυσείας ἐξ ἀργυρέων τελαμώνων.
οἱ δ’ ὁτὲ μὲν θρέξασκον ἐπισταμένοισι πόδεσσι
ῥεῖα μάλ’, ὡς ὅτε τις τροχὸν ἄρμενον ἐν παλάμῃσιν 600
ἑζόμενος κεραμεὺς πειρήσεται, αἴ κε θέῃσιν·
ἄλλοτε δ’ αὖ θρέξασκον ἐπὶ στίχας ἀλλήλοισι.
πολλὸς δ’ ἱμερόεντα χορὸν περιίσταθ’ ὅμιλος
τερπόμενοι· 604
δοιὼ δὲ κυβιστητῆρε κατ’ αὐτοὺς 605
μολπῆς ἐξάρχοντες ἐδίνευον κατὰ μέσσους.
Ἐν δὲ τίθει ποταμοῖο μέγα σθένος Ὠκεανοῖο
ἄντυγα πὰρ πυμάτην σάκεος πύκα ποιητοῖο.