Σελίδα:Homeri Opera, vol. 2 (1920).djvu/158

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
18. ΙΛΙΑΔΟΣ Σ

οἱ δὲ τάχα προγένοντο, δύω δ’ ἅμ’ ἕποντο νομῆες 525
τερπόμενοι σύριγξι· δόλον δ’ οὔ τι προνόησαν.
οἱ μὲν τὰ προϊδόντες ἐπέδραμον, ὦκα δ’ ἔπειτα
τάμνοντ’ ἀμφὶ βοῶν ἀγέλας καὶ πώεα καλὰ
ἀργεννέων οἰῶν, κτεῖνον δ’ ἐπὶ μηλοβοτῆρας.
οἱ δ’ ὡς οὖν ἐπύθοντο πολὺν κέλαδον παρὰ βουσὶν 530
εἰράων προπάροιθε καθήμενοι, αὐτίκ’ ἐφ’ ἵππων
βάντες ἀερσιπόδων μετεκίαθον, αἶψα δ’ ἵκοντο.
στησάμενοι δ’ ἐμάχοντο μάχην ποταμοῖο παρ’ ὄχθας,
βάλλον δ’ ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν.
ἐν δ’ Ἔρις ἐν δὲ Κυδοιμὸς ὁμίλεον, ἐν δ’ ὀλοὴ Κήρ, 535
ἄλλον ζωὸν ἔχουσα νεούτατον, ἄλλον ἄουτον,
ἄλλον τεθνηῶτα κατὰ μόθον ἕλκε ποδοῖιν·
εἷμα δ’ ἔχ’ ἀμφ’ ὤμοισι δαφοινεὸν αἵματι φωτῶν.
ὡμίλευν δ’ ὥς τε ζωοὶ βροτοὶ ἠδ’ ἐμάχοντο,
νεκρούς τ’ ἀλλήλων ἔρυον κατατεθνηῶτας. 540
Ἐν δ’ ἐτίθει νειὸν μαλακὴν πίειραν ἄρουραν,
εὐρεῖαν τρίπολον· πολλοὶ δ’ ἀροτῆρες ἐν αὐτῇ
ζεύγεα δινεύοντες ἐλάστρεον ἔνθα καὶ ἔνθα.
οἱ δ’ ὁπότε στρέψαντες ἱκοίατο τέλσον ἀρούρης,
τοῖσι δ’ ἔπειτ’ ἐν χερσὶ δέπας μελιηδέος οἴνου 545
δόσκεν ἀνὴρ ἐπιών· τοὶ δὲ στρέψασκον ἀν’ ὄγμους,
ἱέμενοι νειοῖο βαθείης τέλσον ἱκέσθαι.
ἡ δὲ μελαίνετ’ ὄπισθεν, ἀρηρομένῃ δὲ ἐῴκει,
χρυσείη περ ἐοῦσα· τὸ δὴ περὶ θαῦμα τέτυκτο.
 Ἐν δ’ ἐτίθει τέμενος βασιλήϊον· ἔνθα δ’ ἔριθοι 550
ἤμων ὀξείας δρεπάνας ἐν χερσὶν ἔχοντες.
δράγματα δ’ ἄλλα μετ’ ὄγμον ἐπήτριμα πῖπτον ἔραζε,
ἄλλα δ’ ἀμαλλοδετῆρες ἐν ἐλλεδανοῖσι δέοντο.