ἱστάμεναι θαύμαζον ἐπὶ προθύροισιν ἑκάστη.
λαοὶ δ’ εἰν ἀγορῇ ἔσαν ἀθρόοι· ἔνθα δὲ νεῖκος
ὠρώρει, δύο δ’ ἄνδρες ἐνείκεον εἵνεκα ποινῆς
ἀνδρὸς ἀποφθιμένου· ὁ μὲν εὔχετο πάντ’ ἀποδοῦναι
δήμῳ πιφαύσκων, ὁ δ’ ἀναίνετο μηδὲν ἑλέσθαι· 500
ἄμφω δ’ ἱέσθην ἐπὶ ἴστορι πεῖραρ ἑλέσθαι.
λαοὶ δ’ ἀμφοτέροισιν ἐπήπυον ἀμφὶς ἀρωγοί·
κήρυκες δ’ ἄρα λαὸν ἐρήτυον· οἱ δὲ γέροντες
εἵατ’ ἐπὶ ξεστοῖσι λίθοις ἱερῷ ἐνὶ κύκλῳ,
σκῆπτρα δὲ κηρύκων ἐν χέρσ’ ἔχον ἠεροφώνων· 505
τοῖσιν ἔπειτ’ ἤϊσσον, ἀμοιβηδὶς δὲ δίκαζον.
κεῖτο δ’ ἄρ’ ἐν μέσσοισι δύω χρυσοῖο τάλαντα,
τῷ δόμεν ὃς μετὰ τοῖσι δίκην ἰθύντατα εἴποι.
Τὴν δ’ ἑτέρην πόλιν ἀμφὶ δύω στρατοὶ ἥατο λαῶν
τεύχεσι λαμπόμενοι· δίχα δέ σφισιν ἥνδανε βουλή, 510
ἠὲ διαπραθέειν ἢ ἄνδιχα πάντα δάσασθαι,
κτῆσιν ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἔεργεν·
οἱ δ’ οὔ πω πείθοντο, λόχῳ δ’ ὑπεθωρήσσοντο.
τεῖχος μέν ῥ’ ἄλοχοί τε φίλαι καὶ νήπια τέκνα
ῥύατ’ ἐφεσταότες, μετὰ δ’ ἀνέρες οὓς ἔχε γῆρας· 515
οἱ δ’ ἴσαν· ἦρχε δ’ ἄρά σφιν Ἄρης καὶ Παλλὰς Ἀθήνη
ἄμφω χρυσείω, χρύσεια δὲ εἵματα ἕσθην,
καλὼ καὶ μεγάλω σὺν τεύχεσιν, ὥς τε θεώ περ
ἀμφὶς ἀριζήλω· λαοὶ δ’ ὑπολίζονες ἦσαν.
οἱ δ’ ὅτε δή ῥ’ ἵκανον ὅθι σφίσιν εἶκε λοχῆσαι, 520
ἐν ποταμῷ, ὅθι τ’ ἀρδμὸς ἔην πάντεσσι βοτοῖσιν,
ἔνθ’ ἄρα τοί γ’ ἵζοντ’ εἰλυμένοι αἴθοπι χαλκῷ.
τοῖσι δ’ ἔπειτ’ ἀπάνευθε δύω σκοποὶ εἵατο λαῶν,
δέγμενοι ὁππότε μῆλα ἰδοίατο καὶ ἕλικας βοῦς.
Σελίδα:Homeri Opera, vol. 2 (1920).djvu/157
Εμφάνιση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
18. ΙΛΙΑΔΟΣ Σ